ΒΑΣΙΛΕΙΩΝ Α΄

Pin It

Κεφάλαιο 1

ΑΝΘΡΩΠΟΣ ἦν ἐξ ᾿Αρμαθαὶμ Σιφά, ἐξ ὄρους ᾿Εφραίμ, καὶ ὄνομα αὐτῷ ῾Ελκανὰ υἱὸς ῾Ιερεμεὴλ υἱοῦ ᾿Ηλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ ᾿Εφραίμ. 2 καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ ῎Αννα,καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ ῎Αννᾳ οὐκ ἦν παιδίον. 3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ ᾿Αρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ ῾Ηλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ ᾿Οφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου. 4 καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν ῾Ελκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας· 5 καὶ τῇ ῎Αννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν ῎Ανναν ἠγάπα ῾Ελκανὰ ὑπὲρ ταύτην. καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, 6 ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαντῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. 7 οὕτως ἐποίει ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιε καὶ οὐκ ἤσθιε. 8 καὶ εἶπεν αὐτῇ ῾Ελκανὰ ὁ ἀνὴρ αὐτῆς· ῎Αννα. καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐγώ, κύριε. καί εἶπεν αὐτῇ· τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα; 9 καὶ ἀνέστη ῎Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον Κυρίου, καὶ ῾Ηλὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. 10 καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς Κύριον καὶ κλαίουσα ἔκλαυσε 11 καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα· ᾿Αδωναΐ Κύριε ᾿Ελωὲ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ ῾Ηλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς· 13 καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴ ῾Ηλὶ εἰς μεθύουσαν. 14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον ῾Ηλί· ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου. 15 καὶ ἀπεκρίθη ῎Αννα καὶ εἶπεν· οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· 16 μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. 17 καὶ ἀπεκρίθη ῾Ηλὶ καὶ εἶπεν αὐτῇ· πορεύου εἰς εἰρήνην· ὁ Θεὸς ᾿Ισραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾿ αὐτοῦ. 18 καὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι. 19 καὶ ὀρθρίζουσι τὸ πρωΐ καὶ προσκυνοῦσι τῷ Κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν ῾Ελκανὰ εἰς τὸν οἶκον αὐτοῦ ᾿Αρμαθαὶμ καὶ ἔγνω τὴν ῎Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε. 20 καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν· ὅτι παρὰ Κυρίου Θεοῦ Σαβαὼθ ᾐτησάμην αὐτόν.

21 Καὶ ἀνέβη ὁ ἄνθρωπος ῾Ελκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· 22 καὶ ῎Αννα οὐκ ἀνέβη μετ᾿ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς· ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ. 23 καὶ εἶπεν αὐτῇ ῾Ελκανὰ ὁ ἀνὴρ αὐτῆς· ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν. 24 καὶ ἀνέβη μετ᾿ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾿ αὐτῶν. 25 καὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ, καὶ προσήγαγε τὸ παιδάριον καὶ ἔσφαξε τὸν μόσχον. καὶ προσήγαγεν ῎Αννα ἡ μήτηρ τοῦ παιδίου πρὸς ῾Ηλὶ 26 καὶ εἶπεν· ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον· 27 ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾿ αὐτοῦ· 28 κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ. Καὶ εἶπεν.

Κεφάλαιο 2

ΕΣΤΕΡΕΩΘΗ ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου. 2 ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλήν σου. 3 μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. 4 τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· 5 πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. 6 Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει· 7 Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. 8 ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. 9 διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ, 10 Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.

11 Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον ῾Ηλὶ τοῦ ἱερέως.

12 Καὶ οἱ υἱοὶ ῾Ηλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν Κύριον. καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος· 13 καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ, 14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν· καὶ πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ ᾿Ισραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλὼμ. 15 καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι· δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος. 16 καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων· θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν· οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς. 17 καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου. 18 καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ, 19 καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν. 20 καὶ εὐλόγησεν ῾Ηλὶ τὸν ῾Ελκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων· ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ, 21 καὶ ἐπεσκέψατο Κύριος τὴν ῎Ανναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας. καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.

22 Καὶ ῾Ηλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς ᾿Ισραήλ, 23 καὶ εἶπεν αὐτοῖς· ἱνατί ποιεῖτε κατὰ τὸ ρῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου; 24 μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ. 25 ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς. 26 καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων. 27 καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς ῾Ηλὶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ 28 καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων ᾿Ισραὴλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν ἐφοὺδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν ᾿Ισραὴλ εἰς βρῶσιν· 29ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ ᾿Ισραὴλ ἔμπροσθέν μου; 30 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἶπα· ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος· μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. 31 ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου, 32 καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας· 33 καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ρομφαίᾳ ἀνδρῶν. 34 καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, ᾿Οφνὶ καὶ Φινεές· ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι. 35 καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἀνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας. 36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων· παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.

Κεφάλαιο 3

ΚΑΙ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον ῾Ηλὶ τοῦ ἱερέως· καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. 2 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ῾Ηλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν. 3 καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ. 4 καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν· ἰδοὺ ἐγώ. 5 καὶ ἔδραμε πρὸς ῾Ηλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε. 6 καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε· Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς ῾Ηλὶ τὸ δεύτερον καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· 7 καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου. 8 καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς ῾Ηλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο ῾Ηλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον, 9 καὶ εἶπεν· ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθῃ Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. 10 καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπε Σαμουήλ· λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. 11 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν ᾿Ισραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. 12 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ ῾Ηλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. 13 καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς 14 καὶ οὐδ᾿ οὕτως. ὤμοσα τῷ οἴκῳ ῾Ηλί· εἰ ἐξιλασθήσεται ἀδικία οἴκου ῾Ηλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. 15 καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ καὶ ὤρθρισε τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ ῾Ηλί. 16 καὶ εἶπεν ῾Ηλὶ πρὸς Σαμουήλ· Σαμουὴλ τέκνον· καὶ εἶπεν· ἰδοὺ ἐγώ. 17 καὶ εἶπε· τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου. 18 καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ηλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. 19 καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. 20 καὶ ἔγνωσαν πᾶς ᾿Ισραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ. 21 καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα ᾿Ισραὴλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ ῾Ηλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.

Κεφάλαιο 4

ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ ᾿Ισραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν ᾿Ισραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ ᾿Αβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν ᾿Αφέκ. 2 καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ ᾿Ισραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. 3 καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι ᾿Ισραήλ· κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. 4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ μετὰ τῆς κιβωτοῦ, ᾿Οφνὶ καὶ Φινεές. 5 καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξε πᾶς ᾿Ισραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ. 6 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι· τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν ῾Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν. 7 καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον· οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην. 8 οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοί, οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ. 9 κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς ῾Εβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς. 10 καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ ᾿Ισραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ ᾿Ισραὴλ τριάκοντα χιλιάδες ταγμάτων. 11 καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ ἀπέθανον, ᾿Οφνὶ καὶ Φινεές.

12 Καὶ ἔδραμεν ἀνὴρ ᾿Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. 13 καὶ ἦλθε, καὶ ἰδοὺ ῾Ηλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλη σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις. 14 καὶ ἤκουσεν ῾Ηλὶ τὴν

φωνὴν τῆς βοῆς καὶ εἶπε· τίς ἡ φωνὴ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε καὶ ἀπήγγειλε τῷ ῾Ηλί. 15 καὶ ῾Ηλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἐπέβλεπε· 16 καὶ εἶπεν ῾Ηλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ· τίς ἡ φωνὴ τοῦ ἤχου τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς ῾Ηλὶ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν ῾Ηλί· τί τὸ γεγονὸς ρῆμα, τέκνον; 17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε· πέφευγεν ἀνὴρ ᾿Ισραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. 18 καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσιν ἔτη.

19 Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς. 20 καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. 21 καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς. 22 καὶ εἶπαν· ἀπῴκισται δόξα ᾿Ισραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου.

Κεφάλαιο 5

ΚΑΙ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ ᾿Αβενέζερ εἰς ῎Αζωτον. 2 καί ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγὼν καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών. 3 καὶ ὤρθρισαν οἱ ᾿Αζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγὼν καὶ εἶδον καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς ᾿Αζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν ῎Αζωτον καὶ τὰ ὅρια αὐτῆς. 4 καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου, καὶ ἡ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τά ἐμπρόσθια ἀμαφὲθ ἕκαστον, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ράχις Δαγὼν ὑπελείφθη. 5 διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγὼν ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν ᾿Αζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι. 6 καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ ῎Αζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει. 7 καὶ εἶδον οἱ ἄνδρες ᾿Αζώτου ὅτι οὕτως, καὶ λέγουσιν· ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ ᾿Ισραὴλ μεθ᾿ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν. 8 καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσι· τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ ᾿Ισραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι· μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ ᾿Ισραὴλ εἰς Γέθ. 9 καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας. 10 καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς ᾿Ασκάλωνα. καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς ᾿Ασκάλωνα, καὶ ἐβόησαν οἱ ᾿Ασκαλωνῖται λέγοντες· τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν; 11 καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον· ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· 12 ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ ᾿Ισραὴλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.

Κεφάλαιο 6

ΚΑΙ ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας. 2 καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες· τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς. 3 καὶ εἶπαν· εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ ᾿Ισραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλ᾿ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ᾿ ὑμῶν. 4 καὶ λέγουσι· τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν· κατ᾿ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ, 5 καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ᾿ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν. 6 καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλθον; 7 καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον· 8 καὶ λήψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθὰν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται· 9 καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμύς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν τὴν μεγάλην ταύτην, καὶ ἐὰν μή, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν. 10 καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτω. καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον 11 καὶ ἔθεντο τὴν κιβωτὸν Κυρίου ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς. 12 καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμύς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμύς. 13 καὶ οἱ ἐν Βαιθσαμὺς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ᾖραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν Κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς. 14 καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν ᾿Ωσηὲ τὸν ἐν Βαιθσαμύς, καὶ ἔστησαν ἐκεῖ παρ᾿ αὐτῇ λίθον μέγαν καὶ σχίζουσι τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ Κυρίῳ. 15 καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ Κυρίου καὶ τὸ θέμα ἐργὰβ μετ᾿ αὐτῆς καὶ τὰ ἐπ᾿ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιθσαμὺς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Κυρίῳ. 16 καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς ᾿Ασκάλωνα τῇ ἡμέρᾳ ἐκείνῃ. 17 καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ Κυρίῳ· τῆς ᾿Αζώτου μίαν, τῆςΓάζης μίαν, τῆς ᾿Ασκάλωνος μίαν, τῆς Γὲθ μίαν, τῆς ᾿Ακκαρὼν μίαν. 18 καὶ μῦς οἱ χρυσοῖ κατ᾿ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ᾿ αὐτοῦ τὴν κιβωτὸν διαθήκης Κυρίου, τοῦ ἐν ἀγρῷ ᾿Ωσηὲ τοῦ Βαιθσαμυσίτου.

19 Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ ᾿Ιεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμύς, ὅτι εἶδον κιβωτὸν Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν, καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα. 20 καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμύς· τίς δυνήσεται διελθεῖν ἐνώπιον Κυρίου τοῦ Θεοῦ τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς Κυρίου ἐφ᾿ ἡμῶν; 21 καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαρὶμ λέγοντες· ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.

Κεφάλαιο 7

ΚΑΙ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ᾿Αμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.

2 Καὶ ἐγενήθη ἀφ᾿ ἦς ἡμέρας ἧν ἡ κιβωτὸς ἐν Καριαθιαρίμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένετο εἴκοσι ἔτη, καὶ ἐπέβλεψε πᾶς οἶκος ᾿Ισραὴλ ὀπίσω Κυρίου. 3 καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον ᾿Ισραὴλ λέγων· εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 4 καὶ περιεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ᾿Ασταρὼθ καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ. 5 καὶ εἶπε Σαμουήλ· ἀθροίσατε πάντα ᾿Ισραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον. 6 καὶ συνήχθησαν εἰς Μασσηφὰθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν. καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν· ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς Μασσηφάθ. 7 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ ᾿Ισραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων. 8 καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Σαμουήλ· μὴ παρασιωπήσῃς ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 9 καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ ᾿Ισραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος. 10 καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον ᾿Ισραήλ. 11 καὶ ἐξῆλθαν ἄνδρες ᾿Ισραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ. 12 καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Αβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν· ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος. 13 καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον ᾿Ισραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

14 καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ ᾿Ισραὴλ ἀπὸ ᾿Ασκάλωνος ἕως ᾿Αζόβ, καὶ τὸ ὅριον ᾿Ισραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον ᾿Ισραὴλ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου. 15 καὶ ἐδίκαζε Σαμουὴλ τὸν ᾿Ισραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 16 καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὸν ᾿Ισραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις· 17 ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς ᾿Αρμαθαὶμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν ᾿Ισραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

Κεφάλαιο 8

ΚΑΙ ἐγένετο ὡς ἐγήρασε Σαμουήλ, καὶ κατέστησε τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ ᾿Ισραήλ. 2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος ᾿Ιωήλ, καὶ ὄνομα τοῦ δευτέρου ᾿Αβιά, δικασταὶ ἐν Βηρσαβεέ. 3 καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα. 4 καὶ συναθροίζονται ἄνδρες ᾿Ισραὴλ καὶ παραγίνονται εἰς ᾿Αρμαθαὶμ πρὸς Σαμουὴλ 5 καὶ εἶπαν αὐτῷ· ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφ᾿ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη. 6 καὶ πονηρὸν τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον. 7 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾿ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ᾿ αὐτῶν. 8 κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφ᾿ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί. 9 καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ᾿ αὐτούς. 10 καὶ εἶπε Σαμουὴλ πᾶν τὸ ρῆμα τοῦ Κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ᾿ αὐτοῦ βασιλέα 11 καὶ εἶπε· τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃςβασιλεύσει ἐφ᾿ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἐν ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ 12 καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατοντάρχους καὶ χιλιάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ· 13 καὶ τὰς θυγατέρας ὑμῶν λήψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας· 14 καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ. 15 καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ· 16 καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ 17 καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι. 18 καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν, οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα. 19 καὶ οὐκ ἐβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ καὶ εἶπαν αὐτῷ· οὐχί, ἀλλ᾿ ἢ βασιλεὺς ἔσται ἐφ᾿ ἡμᾶς, 20 καὶ ἐσόμεθα καὶ ἡμεῖς καθὰ πάντα τὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν. 21 καὶ ἤκουσε Σαμουὴλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα Κυρίου. 22 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπε Σαμουὴλ πρὸς ἄνδρας ᾿Ισραήλ· ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.

Κεφάλαιο 9

ΚΑΙ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς ᾿Αβιήλ, υἱοῦ ᾿Ιαρέδ, υἱοῦ Βαχίρ, υἱοῦ ᾿Αφέκ, υἱοῦ ἀνδρὸς ᾿Ιεμιναίου, ἀνὴρ δυνατός. 2 καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς ᾿Ισραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν. 3 καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ, καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ· λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους. 4 καὶ διῆλθον δι᾿ ὄρους ᾿Εφραὶμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλείμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς ᾿Ιαμὶν καὶ οὐχ εὗρον. 5 αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σίφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ· δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ τὰ περὶ ἡμῶν· 6 καὶ εἶπεν αὐτῷ τὸ παιδάριον· ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ᾿ ἣν ἐπορεύθημεν ἐπ᾿ αὐτήν. 7 καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ· καὶ ἰδοὺ πορευσόμεθα, καὶ τὶ οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθ᾿ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν. 8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ καὶ εἶπεν· ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν. 9 καὶ ἔμπροσθεν ἐν ᾿Ισραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν Θεόν· δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ῾Ο βλέπων. 10 καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ· ἀγαθόν τὸ ρῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ. 11 αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς· εἰ ἔστιν ἐνταῦθα ῾Ο βλέπων; 12 καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς· ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ· 13 ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν. 14 καὶ ἀναβαίνουσι τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμᾶ. 15 καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων· 16 ὡς ὁ καιρός, αὔριον ἀποστελῶ πρός σε ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρός με. 17 καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ· καὶ Κύριος ἀπεκρίθη αὐτῷ· ἰδοὺ ὁ ἄνθρωπος, ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου. 18 καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν· ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος. 19 καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ καὶ εἶπεν· ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμᾶ καὶ φάγε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωΐ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι· 20 καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴνκαρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ ᾿Ισραήλ; οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου; 21 καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν· οὐχὶ ἀνδρὸς υἱὸς ᾿Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς ᾿Ισραὴλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλους σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ρῆμα τοῦτο; 22 καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν. 23 καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ· δός μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρά σοι. 24 καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ· ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους· ἀπόκνιζε. καὶ ἔφαγε Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 25 καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη. 26 καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων· ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαούλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω. 27 αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουὴλ εἶπε τῷ Σαούλ· εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ρῆμα Θεοῦ.

Κεφάλαιο 10

ΚΑΙ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ ᾿Ισραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν. 2 καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾿ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα, καὶ ἐροῦσί σοι· εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ρῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾿ ὑμᾶς λέγων· τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; 3 καὶ ἀπελεύσῃ ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβὼρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου. 4 καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν. 5 καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες· 6 καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετ᾿ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον. 7 καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ. 8 καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγάλ, καὶ ἰδοὺ καταβαίνω πρός σε ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ γνωρίσω σοι ἃ ποιήσεις. 9 καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 10 καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. 11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν. καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις; 12 καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπε· καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν, ἦ καὶ Σαοὺλ ἐν προφήταις; 13 καὶ συνετέλεσε προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν. 14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ· ποῦ ἐπορεύθητε; καὶ εἶπαν· ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ. 15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ· ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ; 16 καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ· ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι. τὸ δὲ ρῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

17 Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφὰθ 18 καὶ εἶπε πρὸς υἱοὺς ᾿Ισραήλ· τάδε εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ λέγων· ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς· 19 καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. 20 καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα ᾿Ισραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν· 21 καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. 22 καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ· εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος· ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι. 23 καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω. 24 καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν· εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν· ζήτω ὁ βασιλεύς. 25 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον Κυρίου. καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 26 καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ. 27 καὶ υἱοὶ λοιμοὶ εἶπαν· τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

Κεφάλαιο 11

ΚΑΙ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Νάας ὁ ᾿Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ ᾿Ιαβὶς Γαλαάδ. καὶ εἶπαν πάντες οἱ ἄνδρες ᾿Ιαβὶς πρὸς Νάας τὸν ᾿Αμμανίτην· διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. 2 καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ ᾿Αμμανίτης· ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ ᾿Ισραήλ. 3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες ᾿Ιαβίς· ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον ᾿Ισραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς. 4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 5 καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ· τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν ᾿Ιαβίς. 6 καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ρήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ᾿ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα. 7 καὶ ἔλαβε δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον ᾿Ισραὴλ ἐν χειρὶ ἀγγέλων λέγων· ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν ᾿Ισραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8 καὶ ἐπισκέπτεται αὐτοὺς ᾿Αβιεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα ᾿Ισραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας ᾿Ιούδα ἑβδομήκοντα χιλιάδας. 9 καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις· τάδε ἐρεῖτε τοῖς ἀνδράσιν ᾿Ιαβίς· αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν ᾿Ιαβίς, καὶ εὐφράνθησαν. 10 καὶ εἶπον οἱ ἄνδρες ᾿Ιαβὶς πρὸς Νάας τὸν ᾿Αμμανίτην· αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν. 11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς ᾿Αμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. 12 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ· τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς. 13 καὶ εἶπε Σαούλ· οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν ᾿Ισραήλ. 14 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. 15 καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς ᾿Ισραὴλ ὥστε λίαν.

Κεφάλαιο 12

ΚΑΙ εἶπε Σαμουὴλ πρὸς πάντα ᾿Ισραήλ· ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ᾿ ὑμᾶς βασιλέα. 2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης. 3 ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾿ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾿ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. 4 καὶ εἶπαν πρὸς Σαμουήλ· οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας ἡμᾶς καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν. 5 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν. καὶ εἶπαν· μάρτυς. 6 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν ᾿Ααρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου. 7 καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· 8 ὡς εἰσῆλθεν ᾿Ιακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν ᾿Ααρὼν καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. 9 καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ ᾿Ιαβὶν βασιλέως ᾿Ασὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς. 10 καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον· ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. 11 καὶ ἀπέστειλε Κύριος τὸν ῾Ιεροβάαλ καὶ τὸν Βαρὰκ καὶ τὸν ᾿Ιεφθάε καὶ τὸν Σαμουὴλ καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες. 12 καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν ᾿Αμμὼν ἦλθεν ἐφ᾿ ὑμᾶς, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾿ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν. 13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκε Κύριος ἐφ᾿ ὑμᾶς βασιλέα. 14 ἐὰν φοβηθῆτε τὸν Κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾿ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι· 15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν. 16 καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ρῆμα τό μέγα τοῦτο, ὃ ὁ Κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν. 17 οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα. 18 καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ. 19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ· πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα. 20 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν 21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν. 22 ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν. 23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ Κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν· 24 πλὴν φοβεῖσθε τὸν Κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθ᾿ ὑμῶν, 25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

Κεφάλαιο 13

2 ΚΑΙ ἐκλέγεται ἑαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν ᾿Ισραήλ, καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμάς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ ᾿Ιωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ. 3 καὶ ἐπάταξεν ᾿Ιωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων· ἠθετήκασιν οἱ δοῦλοι. 4 καὶ πᾶς ᾿Ισραὴλ ἤκουσε λεγόντων· πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν ᾿Ισραὴλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις. 5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ, καὶ ἀναβαίνουσιν ἐπὶ ᾿Ισραὴλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νότου. 6 καὶ ἀνὴρ ᾿Ισραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις, 7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν ᾿Ιορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ. καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ. 8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουὴλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾿ αὐτοῦ. 9 καὶ εἶπε Σαούλ· προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν. 10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτοῦ εὐλογῆσαι αὐτόν. 11 καὶ εἶπε Σαμουήλ· τί πεποίηκας; καὶ εἶπε Σαούλ· ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς, 12 καὶ εἶπα· νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γάλγαλα καὶ τοῦ προσώπου τοῦ Κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν. 13 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ ᾿Ισραὴλ ἕως αἰῶνος· 14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος. 15 καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ, καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμὶν καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾿ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας. 16 καὶ Σαοὺλ καὶ ᾿Ιωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ᾿ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς. 17 καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γῆν Σωγάλ, 18 καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ. 19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ ᾿Ισραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι· μὴ ποιήσωσιν οἱ ῾Εβραῖοι ρομφαίαν καὶ δόρυ. 20 καὶ κατέβαινον πᾶς ᾿Ισραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ. 21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή. 22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ ᾿Ιωνάθαν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ ᾿Ιωνάθαν υἱῷ αὐτοῦ. 23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς.

Κεφάλαιο 14

ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν ᾿Ιωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε. 2 καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες· 3 καὶ ᾿Αχιὰ υἱὸς ᾿Αχιτὼβ ἀδελφοῦ ᾿Ιωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ ῾Ηλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται ᾿Ιωνάθαν. 4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει ᾿Ιωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά· 5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ. 6 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις. 7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ· ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σου καρδία μου. 8 καὶ εἶπεν ᾿Ιωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς· 9 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς· 10 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον. 11 καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι· ἰδοὺ ῾Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ. 12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς ᾿Ιωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ᾿Ισραήλ. 13 καὶ ἀνέβη ᾿Ιωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον ᾿Ιωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ. 14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν ᾿Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου. 15 καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου. 16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν. 17 καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο ᾿Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ. 18 καὶ εἶπε Σαοὺλ τῷ ᾿Αχιᾷ· προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον ᾿Ισραήλ. 19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα· συνάγαγε τὰς χεῖράς σου. 20 καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα. 21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ ᾿Ισραὴλ τῶν μετὰ Σαοὺλ καὶ ᾿Ιωνάθαν. 22 καὶ πᾶς ᾿Ισραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει ᾿Εφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον. 23 καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν ᾿Ισραήλ.

Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει ᾿Εφραίμ. 24 καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα. 25 καὶ ᾿Ιάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ, 26 καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου. 27 καὶ ᾿Ιωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. 28 καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν· ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός. 29 καὶ ἔγνω ᾿Ιωνάθαν καὶ εἶπεν· ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου· 30 ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις. 31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα. 32 καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι. 33 καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες· ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν. 34 καὶ εἶπε Σαούλ· διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ. 35 καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ.

36 Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. 37 καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας ᾿Ισραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38 καὶ εἶπε Σαούλ· προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ ᾿Ισραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον· 39 ὅτι ζῇ Κύριος ὁ σώσας τὸν ᾿Ισραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ ᾿Ιωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ. 40 καὶ εἶπε παντὶ ἀνδρὶ ᾿Ισραήλ· ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ ᾿Ιωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. 41 καὶ εἶπε Σαούλ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν ᾿Ιωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς ᾿Ισραὴλ δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου ᾿Ισραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται ᾿Ιωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε. 42 καὶ εἶπε Σαούλ· βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται ᾿Ιωνάθαν. 43 καὶ εἶπε Σαοὺλ πρὸς ᾿Ιωνάθαν· ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ ᾿Ιωνάθαν καὶ εἶπε· γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. 44 καὶ εἶπεν αὐτῷ Σαούλ· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. 45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν ᾿Ισραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ ᾿Ιωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε. 46 καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.

47 Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ ᾿Ισραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς ᾿Αμμὼν καὶ εἰς τοὺς υἱοὺς ᾿Εδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο. 48 καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν ᾿Αμαλὴκ καὶ ἐξείλατο τὸν ᾿Ισραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν. 49 καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ ᾿Ιωνάθαν καὶ ᾿Ιεσσιοὺ καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ· 50 καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ᾿Αχινοὸμ θυγάτηρ ᾿Αχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ ᾿Αβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ· 51 καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ ᾿Αβεννὴρ υἱὸς ᾿Ιαμὶν υἱοῦ ᾿Αβιήλ. 52 καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ. καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.

Κεφάλαιο 15

ΚΑΙ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου· 2 τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν ᾿Αμαλὴκ τῷ ᾿Ισραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· 3 καὶ νῦν πορεύου καὶ πατάξεις τὸν ᾿Αμαλὴκ καὶ ῾Ιερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. 4 καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν ᾿Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων. 5 καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ᾿Αμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ. 6 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ᾿Αμαληκίτου, μὴ προσθῶ σε μετ᾿ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ᾿Αμαλήκ. 7 καὶ ἐπάταξε Σαοὺλ τὸν ᾿Αμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου. 8 καὶ συνέλαβε τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ ῾Ιερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας. 9 καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ᾿Αγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν.

10 Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων· 11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα. 12 καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν ᾿Ισραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ ᾿Αμαλήκ. 13 καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ· εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος. 14 καὶ εἶπε Σαμουήλ· καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω; 15 καὶ εἶπε Σαούλ· ἐξ ᾿Αμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα. 16 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ· λάλησον. 17 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς ᾿Ισραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ. 18 καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι· πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν ᾿Αμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. 19 καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου; 20 καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ, ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ καὶ τὸν ᾿Αμαλὴκ ἐξωλόθρευσα· 21 καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. 22 καὶ εἶπε Σαμουήλ· εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν· 23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ ᾿Ισραήλ. 24 καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν· 25 καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. 26 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν ᾿Ισραήλ. 27 καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό· 28 καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ ᾿Ισραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· 29 καὶ διαιρεθήσεται ᾿Ισραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός. 30 καὶ εἶπε Σαούλ· ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων ᾿Ισραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. 31 καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ. 32 καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν ᾿Αγὰγ τρέμων, καὶ εἶπεν ᾿Αγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος; 33 καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Αγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν ᾿Αγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. 34 καὶ ἀπῆλθε Σαμουὴλ εἰς ᾿Αρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά. 35 καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ· καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ ᾿Ισραήλ.

Κεφάλαιο 16

ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ ᾿Ισραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς ᾿Ιεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα. 2 καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω· 3 καὶ καλέσεις τὸν ᾿Ιεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε. 4 καὶ ἐποίησε Σαμουὴλ πάντα, ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν· εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων; 5 καὶ εἶπεν· εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν ᾿Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. 6 καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν ᾿Ελιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. 7 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. 8 καὶ ἐκάλεσεν ᾿Ιεσσαὶ τὸν ᾿Αμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός. 9 καὶ παρήγαγεν ᾿Ιεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος. 10 καὶ παρήγαγεν ᾿Ιεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουήλ· οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις. 11 καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν. 12 καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός. 13 καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ.

14 Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου. 15 καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε· 16 εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε. 17 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με. 18 καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν· ἰδοὺ ἑώρακα υἱὸν τῷ ᾿Ιεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾿ αὐτοῦ. 19 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς ᾿Ιεσσαὶ λέγων· ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου. 20 καὶ ἔλαβεν ᾿Ιεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ. 21 καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ. 22 καὶ ἀπέστειλε Σαοὺλ πρὸς ᾿Ιεσσαὶ λέγων· παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου. 33 καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

Κεφάλαιο 17

ΚΑΙ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχὼθ τῆς ᾿Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον ᾿Αζηκὰ ᾿Εφερμέμ. 2 καὶ Σαοὺλ καὶ οἱ ἄνδρες ᾿Ισραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων. 3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ᾿Ισραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν. 4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς· 5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου· 6 καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ· 7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ. 8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν ᾿Ισραὴλ καὶ εἶπεν αὐτοῖς· τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς ῾Εβραῖοι τοῦ Σαούλ; ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με, 9 καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους· ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν. 10 καὶ εἶπεν ὁ ἀλλόφυλος· ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν ᾿Ισραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι. 11 καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς ᾿Ισραὴλ τὰ ρήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα*.

32 Καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ᾿ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. 33 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ· οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ᾿ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. 34 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, 35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ᾿ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν. 36 καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ ᾿Ισραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; 37 Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· πορεύου, καὶ ἔσται Κύριος μετὰ σοῦ. 38 καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλήν αὐτοῦ 39 καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ρομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ᾿ αὐτοῦ. 40 καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμαινικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴ καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.* 42 καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ καὶ ἐξητίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν. 43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ᾿ ἐμὲ ἐν ράβδῳ καὶ λίθοις; καὶ εἶπε Δαυίδ· οὐχί, ἀλλ᾿ ἢ χείρων κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ. 44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς. 45 καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον· σὺ ἔρχῃ πρός με ἐν ρομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρός σε ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαὼθ παρατάξεως ᾿Ισραήλ, ἣν ὠνείδισας σήμερον· 46 καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν ᾿Ισραήλ· 47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. 48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ. 49 καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνισε καὶ ἐπάταξε τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέθυ ὁ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.* 51 καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ᾿ αὐτὸν καὶ ἔλαβε τὴν ρομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. 52 καὶ ἀνίστανται ἄνδρες ᾿Ισραὴλ καὶ ᾿Ιούδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ καὶ ἕως τῆς πύλης ᾿Ασκάλωνος, καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ καὶ ἕως ᾿Ακκαρών. 53 καὶ ἀνέστρεψαν ἄνδρες ᾿Ισραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν. 54 καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου, καὶ ἤνεγκεν αὐτὴν εἰς ῾Ιερουσαλὴμ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.**

——————————————

* 12 Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου ᾿Εφραθαίου· οὗτος ἐκ Βηθλεὲμ ᾿Ιούδα, καὶ ὄνομα αὐτῷ ᾿Ιεσσαί, καὶ αὐτῷ ὀκτῲ υἱοί· καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι. 13 καὶ ἐπορεύθησαν οἱ τρεῖς υἱοὶ ᾿Ιεσσαὶ οἱ μείζονες ὀπίσω Σαοὺλ εἰς πόλεμον, καὶ ὄνομα τῶν υἱῶν αὐτοῦ τῶν πορευθέντων εἰς τὸν πόλεμον, ᾿Ελιὰβ ὁ πρωτότοκος αὐτοῦ καὶ ὁ δεύτερος αὐτοῦ ᾿Αμιναδὰβ καὶ ὁ τρίτος αὐτοῦ Σαμμά. 14 καὶ Δαυὶδ αὐτός ἐστιν ὁ νεώτερος καὶ οἱ τρεῖς οἱ μείζονες ἐπορεύθησαν ὀπίσω Σαούλ. 15 Καὶ Δαυὶδ ἀπῆλθε καὶ ἀνέστρεψεν ἀπὸ τοῦ Σαούλ, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. 16 καὶ προῆγεν ὁ ἀλλόφυλος ὀρθρίζων καὶ ὀψίζων καὶ ἐστηλώθη τεσσαράκοντα ἡμέρας. 17 καὶ εἶπεν ᾿Ιεσσαὶ πρὸς Δαυίδ· λαβὲ δὴ τοῖς ἀδελφοῖς σου οἰφὶ τοῦ ἀλφίτου καὶ δέκα ἄρτους τούτους καὶ διάδραμε εἰς τὴν παρεμβολὴν καὶ δὸς τοῖς ἀδελφοῖς σου, 18 καὶ τὰς δέκα τρυφαλίδας τοῦ γάλακτος τούτου εἰσοίσεις τῷ χιλιάρχῳ, καὶ τοὺς ἀδελφούς σου ἐπισκέψῃ εἰς εἰρήνην, καὶ ὅσα ἂν χρῄζωσι γνώσῃ. 19 καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων. 20 καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ, καὶ ἀφῆκε τὰ πρόβατα φύλακι, καὶ ἔλαβε καὶ ἀπῆλθε, καθὰ ἐνετείλατο αὐτῷ ᾿Ιεσσαί· καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν· καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ. 21 καὶ παρετάξαντο ᾿Ισραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως. 22 καὶ ἀφῆκε Δαυὶδ τὰ σκεύη αὐτοῦ ἀφ᾿ ἑαυτοῦ ἐπὶ χεῖρα φύλακος καὶ ἔδραμεν εἰς τὴν παράταξιν καὶ ἦλθε καὶ ἠρώτησε τοὺς ἀδελφοὺς αὐτοῦ εἰς εἰρήνην. 23 καὶ αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν, ἰδοὺ ἀνὴρ ὁ μεσαῖος ἀνέβαινε, Γολιὰθ ὁ Φιλισταῖος ὄνομα αὐτῷ ἐκ Γέθ, ἐκ τῶν παρατάξεων τῶν ἀλλοφύλων, καὶ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα καὶ ἤκουσε Δαυίδ. 24 Καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα. 25 καὶ εἶπεν ἀνὴρ ᾿Ισραήλ· εἰ ἑωράκατε τὸν ἄνδρα τὸν ἀναβαίνοντα τοῦτον, ὅτι ὀνειδῖσαι τὸν ᾿Ισραὴλ ἀνέβη; καὶ ἔσται ἀνήρ, ὃς ἂν πατάξῃ αὐτόν, πλουτίσει αὐτὸν ὁ βασιλεὺς πλοῦτον μέγαν καὶ τὴν θυγατέρα αὐτοῦ δώσει αὐτῷ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ποιήσει ἐλεύθερον ἐν τῷ ᾿Ισραήλ. 26 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ᾿ αὐτοῦ λέγων· ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ ᾿Ισραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; 27 καὶ εἶπεν αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων· οὕτως ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει αὐτόν. 28 καὶ ἤκουσεν ᾿Ελιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ ᾿Ελιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν· ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. 29 καὶ εἶπε Δαυίδ· τί ἐποίησα νῦν; οὐχί ρῆμά ἐστι; 30 καὶ ἐπέστρεψε παρ᾿ αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ρῆμα τοῦτο, καὶ ἀπεκρίθη αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦ πρώτου. 31 καὶ ἠκούσθησαν οἱ λόγοι, οὓς ἐλάλησε Δαυίδ, καὶ ἀνηγγέλησαν ὀπίσω Σαοὺλ καὶ παρέλαβεν αὐτόν.

* 41 Καὶ ἐπορεύθη ὁ ἀλλόφυλος πορευόμενος καὶ ἐγγίζων πρὸς Δαυίδ, καὶ ἀνὴρ ὁ αἴρων τὸν θυρεὸν ἔμπροσθεν αὐτοῦ, καὶ ἐπέβλεψεν ὁ ἀλλόφυλος

* 50 Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ.

* 55 Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς ᾿Αβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως· Υἱὸς τίνος ὁ νεανίσκος οὗτος; καὶ εἶπεν ᾿Αβεννήρ· ζῇ ἡ ψυχή σου, βασιλεῦ, εἰ οἶδα. 56 καὶ εἶπεν ὁ βασιλεύς· ἐπερώτησον σύ, υἱὸς τίνος ὁ νεανίσκος οὗτος. 57 καὶ ὡς ἐπέστρεψε Δαυὶδ τοῦ πατάξαι τὸν ἀλλόφυλον, καὶ παρέλαβεν αὐτὸν ᾿Αβεννὴρ καὶ εἰσήγαγεν αὐτὸν ἐνώπιον Σαούλ, καὶ ἡ κεφαλὴ τοῦ ἀλλοφύλου ἐν τῇ χειρὶ αὐτοῦ. 58 καὶ εἶπε πρὸς αὐτὸν Σαούλ· υἱὸς τίνος εἶ, παιδάριον, καὶ εἶπε Δυαίδ· υἱὸς δούλου σου ᾿Ιεσσαὶ τοῦ Βηθλεεμείτου.

Κεφάλαιο 18

6 *ΚΑΙ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων ᾿Ισραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις. 7 καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ. 8 καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπε· τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.** 12 καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυίδ, 13 καὶ ἀπέστησεν αὐτὸν ἀπ᾿ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ. 14 καὶἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν, καὶ Κύριος ἦν μετ᾿ αὐτοῦ. 15 καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. 16 καὶ πᾶς ᾿Ισραὴλ καὶ ᾿Ιούδας ἠγάπα τὸν Δαυίδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.***

20 Καὶ ἠγάπησε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ, καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ. 21 καὶ εἶπε Σαούλ· δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων. 22 καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων· λαλήσετε ὑμεῖς λάθρᾳ τῷ Δαυὶδ λέγοντες· ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεύς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23 καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ εἶπε Δαυίδ· εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. 24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ρήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ. 25 καὶ εἶπε Σαούλ· τάδε ἐρεῖτε τῷ Δαυίδ· οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι, ἀλλ᾿ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων. 26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. 27 καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. 28 καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς ᾿Ισραήλ ἠγάπα αὐτόν, 29 καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι.

——————————————

* 1 Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ ᾿Ιωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν ᾿Ιωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ. 2 καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 3 καὶ διέθετο ᾿Ιωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ. 4 καὶ ἐξεδύσατο ᾿Ιωνάθαν τὸν ἐπενδύτην τὸν ἐπάνω καὶ ἔδωκεν αὐτὸν τῷ Δαυὶδ καὶ τὸν μανδύαν αὐτοῦ καὶ ἕως τῆς ρομφαίας αὐτοῦ καὶ ἕως τοῦ τόξου αὐτοῦ καὶ ἕως τῆς ζώνης αὐτοῦ. 5 καὶ ἐξεπορεύετο Δαυίδ, ἐν πᾶσιν, οἷς ἀπέστειλεν αὐτὸν Σαούλ, συνῆκε· καὶ κατέστησεν αὐτὸν Σαοὺλ ἐπὶ τοὺς ἄνδρας τοῦ πολέμου, καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ καί γε ἐν ὀφθαλμοῖς δούλων Σαούλ.

** 9 Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. 10 καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθ᾿ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ. 11 καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε· πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς.

*** 17 Καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· ἰδοὺ ἡ θυγάτηρ μου ἡ μείζων Μερόβ, αὐτὴν δώσω σοι εἰς γυναῖκα, καὶ πλὴν γίνου μοι εἰς υἱὸν δυνάμεως καὶ πολέμει τοὺς πολέμους Κυρίου. καὶ Σαοὺλ εἶπε· μὴ ἔστω χείρ μου ἐπ᾿ αὐτῷ, καὶ ἔσται ἐπ᾿ αὐτὸν χεὶρ ἀλλοφύλων. 18 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· τίς ἐγώ εἰμι καὶ τίς ἡ ζωὴ τῆς συγγενείας τοῦ πατρός μου ἐν ᾿Ισραήλ, ὅτι ἔσομαι γαμβρὸς τοῦ βασιλέως; 19 καὶ ἐγενήθη ἐν τῷ καιρῷ τοῦ δοθῆναι τὴν Μερὸβ θυγατέρα Σαοὺλ τῷ Δαυίδ, καὶ αὕτη ἐδόθη τῷ ᾿Ισραὴλ τῷ Μοθυλαθείτῃ εἰς γυναῖκα.

Κεφάλαιο 19

ΚΑΙ ἐλάλησε Σαοὺλ πρὸς ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ. 2 καὶ ᾿Ιωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα, καὶ ἀπήγγειλεν ᾿Ιωνάθαν τῷ Δαυὶδ λέγων· Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ, 3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ,τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι. 4 καὶ ἐλάλησεν ᾿Ιωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπε πρὸς αὐτόν· μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυίδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα, 5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς ᾿Ισραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν; 6 καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς ᾿Ιωνάθαν, καὶ ὤμοσε Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀποθανεῖται. 7 καὶ ἐκάλεσεν ᾿Ιωνάθαν τὸν Δαυίδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ρήματα ταῦτα, καὶ εἰσήγαγεν ᾿Ιωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν. 8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαούλ, καὶ κατίσχυσε Δαυὶδ καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.

9 Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ· 10 καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ, καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον, καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη. 11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα· ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. 12 καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται. 13 καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ. 14 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν· 15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων· ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν. 16 καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. 17 καὶ εἶπε Σαοὺλ τῇ Μελχόλ· ἱνατί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαούλ· αὐτὸς εἶπεν· ἐξαπόστειλόν με, εἰ δὲ μή, θανατώσω σε.

18 Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς ᾿Αρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαούλ, καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ραμά. 19 καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ραμά. 20 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ᾿ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι. 21 καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καί ἐπροφήτευσαν καὶ αὐτοί. 22 καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς ᾿Αρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ καὶ ἠρώτησε καὶ εἶπε· ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν· ἰδοὺ ἐν Ναυὰθ ἐν Ραμά. 23 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ραμά, καὶ ἐγενήθη καὶ ἐπ᾿ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ραμά. 24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον· εἰ καὶ Σαοὺλ ἐν προφήταις;

Κεφάλαιο 20

ΚΑΙ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ραμὰ καὶ ἔρχεται ἐνώπιον ᾿Ιωνάθαν καὶ εἶπε· τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου; 2 καὶ εἶπεν αὐτῷ ᾿Ιωνάθαν· μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ρῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο; οὐκ ἔστι τοῦτο. 3 καὶ ἀπεκρίθη Δαυὶδ τῷ ᾿Ιωνάθαν καὶ εἶπε· γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε· μὴ γνώτω τοῦτο ᾿Ιωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου. 4 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· τὶ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι; 5 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωνάθαν· ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης. 6 καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατὴρ σου, καὶ ἐρεῖς· παραιτούμενος παρῃτήσατο ἀπ᾿ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ. 7 ἐὰν τάδε εἴπῃ· ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ᾿ αὐτοῦ. 8 καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με; 9 καὶ εἶπεν ᾿Ιωνάθαν· μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι. 10 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωνάθαν· τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς; 11 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν. 12 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· Κύριος ὁ Θεὸς ᾿Ισραὴλ εἶδεν, ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυίδ, καὶ οὐ μὴ ἀποστείλω πρός σε εἰς ἀγρόν· 13 τάδε ποιήσαι ὁ Θεὸς τῷ ᾿Ιωνάθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται Κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου. 14 καὶ ἐὰν μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾿ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω, 15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ ᾿Ιωνάθαν ἀπὸ τοῦ οἴκου Δαυίδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ. 17 καὶ προσέθετο ἔτι ᾿Ιωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν. 18 καὶ εἶπεν ᾿Ιωνάθαν· αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου. 19 καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο. 20 καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ἀματταρί. 21 καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων· δεῦρο εὑρέ μοι τὴν σχίζαν· 22 ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος· ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου ὅτι ἐξαπέσταλκέ σε Κύριος. 23 καὶ τὸ ρῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.

24 Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν. 25 καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν ᾿Ιωνάθαν, καὶ ἐκάθισεν ᾿Αβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ. 26 καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε· σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται. 27 καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ, καὶ εἶπε Σαοὺλ πρὸς ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ· τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς ᾿Ιεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν; 28 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ· παρῄτηται παρ᾿ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι. 29 καὶ εἶπεν· ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως. 30 καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ ᾿Ιωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ ᾿Ιεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου; 31 ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς ᾿Ιεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος. 32 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν τῷ Σαούλ· ἱνατί ἀποθνήσκει; τί πεποίηκε; 33 καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ ᾿Ιωνάθαν τοῦ θανατῶσαι αὐτόν. καὶ ἔγνω ᾿Ιωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ, 34 καὶ ἀνεπήδησεν ᾿Ιωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυίδ, ὅτι συνετέλεσεν ἐπ᾿ αὐτὸν ὁ πατὴρ αὐτοῦ.

35 Καὶ ἐγενήθη πρωΐ καὶ ἐξῆλθεν ᾿Ιωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετ᾿ αὐτοῦ. 36 καὶ εἶπε τῷ παιδαρίῳ· δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω. καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν. 37 καὶ ἦλθε τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν ᾿Ιωνάθαν, καὶ ἀνεβόησεν ᾿Ιωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν· ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· 38 καὶ ἀνεβόησεν ᾿Ιωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων· ταχύνας σπεῦσον καὶ μὴ στῇς. καὶ ἀνέλεξε τὸ παιδάριον ᾿Ιωνάθαν τὰς σχίζας καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ. 39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ ᾿Ιωνάθαν καὶ Δαυὶδ ἔγνωσαν τὸ ρῆμα. 40 καὶ ᾿Ιωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· πορεύου, εἴσελθε εἰς τὴν πόλιν. 41 καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἐργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης. 42 καὶ εἶπεν ᾿Ιωνάθαν τῷ Δαυίδ· πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες· Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καί σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.

Κεφάλαιο 21

ΚΑΙ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ ᾿Ιωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν. 2 καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη ᾿Αβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ; 3 καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ρῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ ᾿Αλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. 4 καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται. 5 καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου. 6 καὶ ἔδωκεν αὐτῷ ᾿Αβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. 7 καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ. 8 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν. 9 καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι ᾿Ηλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. 10 καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ.

Καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Αγχοῦς βασιλέα Γέθ. 11 καὶ εἶπον οἱ παῖδες ᾿Αγχοῦς πρὸς αὐτόν· οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 12 καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿Αγχοῦς βασιλέως Γέθ. 13 καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. 14 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με; 15 μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Κεφάλαιο 22

ΚΑΙ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ ᾿Οδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ. 2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. 3 καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ· γινέσθωσαν δὴ ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός. 4 καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦβασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ. 5 καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυίδ· μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν ᾿Ιούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ.

6 Καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. 7 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς ᾿Ιεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; 8 ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ ᾿Ιεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη. 9 καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν ᾿Ιεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ τὸν ἱερέα, 10 καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. 11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. 12 καὶ εἶπε Σαούλ· ἄκουε δή, υἱὲ ᾿Αχιτώβ· καὶ εἶπεν· ἰδοὺ ἐγώ, λάλει κύριε. 13 καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς ᾿Ιεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη; 14 καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε· καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; 15 ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα. 16 καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ· θανάτῳ ἀποθανῇ, ᾿Αβιμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. 18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ· ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. 19 καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ᾿ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. 20 καὶ διασώζεται υἱὸς εἷς τῷ ᾿Αβιμέλεχ υἱῷ ᾿Αχιτώβ, καὶ ὄνομα αὐτῷ ᾿Αβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ. 21 καὶ ἀπήγγειλεν ᾿Αβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου. 22 καὶ εἶπε Δαυὶδ τῷ ᾿Αβιάθαρ· ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου· 23 κάθου μετ᾿ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί.

Κεφάλαιο 23

ΚΑΙ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες· ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω. 2 καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. 3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ ᾿Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; 4 καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. 5 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά.

6 Καὶ ἐγένετο ἐν τῷ φεύγειν ᾿Αβιάθαρ υἱὸν ᾿Αβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. 7 καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ· πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8 καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10 καὶ εἶπε Δαυίδ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ. 11 εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος· ἀποκλεισθήσεται.* 13 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.

14 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ. 15 καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ. 16 καὶ ἀνέστη ᾿Ιωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. 17 καὶ εἶπε πρὸς αὐτόν· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ ᾿Ισραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. 18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ ᾿Ιωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ᾿ ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν; 20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως. 21 καὶ εἶπεν αὐτοῖς Σαούλ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται· 23 καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ᾿ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν ᾿Ιούδα. 24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν. 25 καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν. 26 καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. 27 καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν. 28 καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

——————————————

* 12 Καὶ εἶπε Δαυίδ· εἰ παραδώσουσι παρὰ τῆς Κεϊλὰ ἐμὲ καὶ τοὺς ἄνδρας μου εἰς χεῖρας Σαούλ; καὶ εἶπε Κύριος· παραδώσουσι.

Κεφάλαιο 24

ΚΑΙ ἀνέστη Δαυὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς ᾿Εγγαδδί. 2 καὶ ἐγενήθη ὡς ἐνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ ᾿Εγγαδδί. 3 καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ᾿Ισραὴλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιέμ. 4 καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο. 5 καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως. 6 καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ, 7 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾿ αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος· 8 καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν. 9 καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ λέγων· κύριε βασιλεῦ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 10 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου; 11 ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα· οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι. 12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 13 δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, 14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία· ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 15 καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ ᾿Ισραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός; 16 γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου. 17 καὶ ἐγένετο ὡς συνετέλεσε Δαυὶδ τὰ ρήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπε Σαούλ· ἡ φωνή σου αὕτη τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε. 18 καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. 19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον καὶ οὐκ ἀπέκτεινάς με· 20 καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. 21 καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία ᾿Ισραήλ. 22 καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 23 καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ. καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.

Κεφάλαιο 25

ΚΑΙ ἀπέθανε Σαμουήλ, καὶ συναθροίζονται πᾶς ᾿Ισραὴλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν ᾿Αρμαθαίμ. καὶ ἀνέστη Δαυὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν. 2 καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. 3 καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ᾿Αβιγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ὁ ἄνθρωπος κυνικός. 4 καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Νάβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ, 5 καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια καὶ εἶπε τοῖς παιδαρίοις· ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην 6 καὶ ἐρεῖτε τάδε· εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. 7 καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ᾿ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ· 8 ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσί σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ᾿ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ. 9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ρήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ. καὶ ἀνεπήδησε 10 καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ καὶ εἶπε· τίς ὁ Δαυὶδ καὶ τίς ὁ υἱὸς ᾿Ιεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ. 11 καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου, ἃ τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί; 12 καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ρήματα ταῦτα. 13 καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ· ζώσασθε ἕκαστος τὴν ρομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν. 14 καὶ τῇ ᾿Αβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων· ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτῶν. 15 καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ᾿ αὐτοῖς· 16 καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεθα παρ᾿ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον. 17 καὶ νῦν γνῶθι καὶ ἰδὲ σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν. 18 καὶ ἔσπευσεν ᾿Αβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους 19 καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς· προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε. 20 καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς· 21 καὶ Δαυὶδ εἶπεν· ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν· 22 τάδε ποιήσαι ὁ Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον. 23 καὶ εἶδεν ᾿Αβιγαία τὸν Δαυὶδ καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν 24 ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἐν ἐμοὶ κύριέ μου ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου. 25 μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ᾿ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου, ἃ ἀπέστειλας. 26 καὶ νῦν, κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου,καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά. 27 καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου. 28 ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. 29 καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης. 30 καὶ ἔσται ὅτι ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ, 31 καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ, καὶ ἀγαθώσει Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ. 32 καὶ εἶπε Δαυὶδ τῇ ᾿Αβιγαίᾳ· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι. 33 καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί. 34 πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἀπεκώλυσέ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα· εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωΐ οὐρῶν πρὸς τοῖχον. 35 καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα, ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ· ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ἠρέτισα τὸ πρόσωπόν σου. 36 καὶ παρεγενήθη ᾿Αβιγαία πρὸς Νάβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπ᾿ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ρῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ. 37 καὶ ἐγένετο πρωΐ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ρήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος. 38 καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε. 39 καὶ ἤκουσε Δαυὶδ καὶ εἶπεν· εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ ᾿Αβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. 40 καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς ᾿Αβιγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες· Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρός σε λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. 41 καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν· ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. 42 καὶ ἀνέστη ᾿Αβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυίδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα. 43 καὶ τὴν ᾿Αχινόομ ἔλαβε Δαυὶδ ἐξ ᾿Ιεζραέλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες. 44 καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ ᾿Αμὶς τῷ ἐκ Ρομμά.

Κεφάλαιο 26

ΚΑΙ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες· ἰδοὺ Δαυὶδ σκεπάζεται μεθ᾿ ἡμῶν ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ κατὰ πρόσωπον τοῦ ᾿Ιεσσαιμοῦν. 2 καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζίφ καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ ᾿Ισραὴλ ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ. 3 καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τῷ ἐπὶ προσώπου τοῦ ᾿Ιεσσαιμοῦν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδε Δαυὶδ ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τήν ἔρημον, 4 καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά. 5 καὶ ἀνέστη Δαυὶδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. 6 καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς ᾿Αβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς ᾿Αβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν ᾿Ιωὰβ λέγων· τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν ᾿Αβεσσά· ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. 7 καὶ εἰσπορεύεται Δαυὶδ καὶ ᾿Αβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καί ᾿Αβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ. 8 καὶ εἶπεν ᾿Αβεσσὰ πρὸς Δαυίδ· ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ. 9 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσά· μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται; 10 καὶ εἶπε Δαυίδ· ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ· 11 μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθ᾿ ἑαυτούς. 12 καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ᾿ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπ᾿ αὐτούς. 13 καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν. 14 καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν καὶ τῷ ᾿Αβεννὴρ ἐλάλησε λέγων· οὐκ ἀποκριθήσῃ ᾿Αβεννήρ; καὶ ἀπεκρίθη ᾿Αβεννὴρ καὶ εἶπε· τίς εἶ σὺ ὁ καλῶν με; 15 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεννήρ· οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν ᾿Ισραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαθφεῖραι τὸν κύριόν σου τὸν βασιλέα. 16 καὶ οὐκ ἀγαθὸν τὸ ρῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ; 17 καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ καὶ εἶπεν· ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ· δοῦλός σου, κύριε βασιλεῦ. 18 καὶ εἶπεν· ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; 19 καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ρῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπ᾿ ἐμέ, ὀσφανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου λέγοντες· πορεύου, δούλευε θεοῖς ἑτέροις. 20 καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς ᾿Ισραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι. 21 καὶ εἶπε Σαούλ· ἡμάρτηκα· ἐπίστρεφε τέκνον Δαυίδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ᾿ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου καὶ ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. 22 καὶ ἀπεκρίθη Δαυὶδ καὶ εἶπεν· ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό. 23 καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· 24 καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. 25 καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσῃ. καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Κεφάλαιο 27

ΚΑΙ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον ᾿Ισραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς ᾿Αγχοῦς υἱὸν ᾿Αμμὰχ βασιλέα Γέθ. 3 καὶ ἐκάθισε Δαυὶδ μετὰ ᾿Αγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινὰαχ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 4 καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. 5 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· εἰ δή εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ; 6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς ᾿Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7 καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. 8 καὶἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν ᾿Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς ᾿Αγχοῦς. 10 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· κατὰ νότον τῆς ᾿Ιουδαίας καὶ κατὰ νότον ᾿Ιεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί. 11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12 καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ ᾿Αγχοῦς σφόδρα λέγων· ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν ᾿Ισραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

Κεφάλαιο 28

ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ ᾿Ισραήλ, καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. 2 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν ᾿Αρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. 4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα ᾿Ισραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. 5 καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. 6 καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. 7 καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν ᾿Αενδώρ. 8 καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. 9 καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν; 10 καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. 11 καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι. 12 καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. 13 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. 14 καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 15 καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. 16 καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου· 17 καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ. 18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν ᾿Αμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. 19 καὶ παραδώσει Κύριος τὸν ᾿Ισραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν ᾿Ισραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. 20 καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. 21 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι· 22 καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ. 23 καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον. 24 καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα 25 καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

Κεφάλαιο 29

ΚΑΙ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς ᾿Αφέκ, καὶ ᾿Ισραὴλ παρενέβαλεν ἐν ᾿Αενδὼρ τὴν ἐν ᾿Ιεζραέλ. 2 καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ ᾿Αγχοῦς. 3 καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως ᾿Ισραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης. 4 καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ· ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; 5 οὐχ οὗτος Δαυίδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 6 καὶ ἐκάλεσεν ᾿Αγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ· 7 καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων. 8 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; 9 καὶ ἀπεκρίθη ᾿Αγχοῦς πρὸς Δαυίδ· οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν· οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον. 10 καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε. 11 καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ ᾿Ισραήλ.

Κεφάλαιο 30

ΚΑΙ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἄνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ᾿Αμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ τὴν Σεκελὰκ καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί· 2 καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾿ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν. 3 καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4 καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καί ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν. 5 καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 6 καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ. 7 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα υἱὸν ᾿Αβιμέλεχ· προσάγαγε τὸ ἐφούδ. 8 καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων· εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ· καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ. 9 καὶ ἐπορεύθη Δαυίδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ, καὶ οἱ περισσοὶ ἔστησαν. 10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ. 11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· 12 καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον· ἐγώ εἰμι δοῦλος ἀνδρὸς ᾿Αμαληκίτου, καὶ κατέλιπέ με ὁ Κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. 14 καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν νότον τοῦ Χολθὶ καὶ ἐπὶ τὰ τῆς ᾿Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελοὺβ καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. 15 καὶ εἶπεν αὐτῷ Δαυίδ· εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν· ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο. 16 καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς ᾿Ιούδα. 17 καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾿ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον. 18 καὶ ἀφείλατο Δαυὶδ πάντα, ἃ ἔλαβον οἱ ᾿Αμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19 καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψε Δαυίδ. 20 καὶ ἔλαβε πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο· ταῦτα τὰ σκῦλα Δαυίδ. 21 καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ καί ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τοῦ Βοσόρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾿ αὐτοῦ, καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην. 22 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθ᾿ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλόμεθα, ὅτι ἀλλ᾿ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν. 23 καὶ εἶπε Δαυίδ· οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ᾿ ἡμᾶς εἰς χεῖρας ἡμῶν. 24 καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται. 25 καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ ᾿Ισραὴλ ἕως τῆς σήμερον.

26 Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων ᾿Ιούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων· ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου· 27 τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ραμὰ νότου καὶ τοῖς ἐν ᾿Ιεθθὸρ 28 καὶ τοῖς ἐν ᾿Αροὴρ καὶ τοῖς ἐν ᾿Αμμαδὶ καὶ τοῖς ἐν Σαφὶ καὶ τοῖς ἐν ᾿Εσθιὲ 29 καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κινὰν καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θιμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ ῾Ιεραμηλὶ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ 30 καὶ τοῖς ἐν ῾Ιεριμοὺθ καὶ τοῖς ἐν Βηρσαβεὲ καὶ τοῖς ἐν Νομβὲ 31 καὶ τοῖς ἐν Χεβρὼν καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθε Δαυὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

Κεφάλαιο 31

ΚΑΙ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ ᾿Ισραήλ, καὶ ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ. 2 καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ. 3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τά ὑποχόνδρια. 4 καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. 5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαούλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε μετ᾿ αὐτοῦ. 6 καὶ ἀπέθανε Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. 7 καὶ εἶδον οἱ ἄνδρες ᾿Ισραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. 8 καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουέ. 9 καί ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ. 10 καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ ᾿Ασταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν. 11 καὶ ἀκούουσιν οἱ κατοικοῦντες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ· 12 καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς ᾿Ιαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. 13 καὶ λαμβάνουσι τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν ᾿Ιαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.


Εκτύπωση   Email