ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄

Pin It

Κεφάλαιο 1

ΑΔΑΜ, Σήθ, ᾿Ενώς, 2 Καϊνᾶν, Μαλελεήλ, ᾿Ιάρεδ, 3 ᾿Ενώχ, Μαθουσάλα, Λάμεχ, 4 Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, ᾿Ιάφεθ. 5 υἱοὶ ᾿Ιάφεθ· Γαμέρ, Μαγώγ, Μαδαΐμ, ᾿Ιωϋάν, ῾Ελισά, Θοβέλ, Μοσὸχ καὶ Θίρας. 6 καὶ οἱ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. 7 καὶ οἱ υἱοὶ ᾿Ιωϋάν· ῾Ελισὰ καὶ Θαρσίς, Κίτιοι καὶ Ρόδιοι. 8 καὶ οἱ υἱοὶ Χάμ· Χοὺς καὶ Μεσραΐμ, Φούδ, καὶ Χαναάν. 9 καὶ υἱοὶ Χούς· Σαβὰ καὶ Εὐιλὰ καὶ Σαβαθὰ καὶ Ρεγμά, καὶ Σεβεθαχά. καὶ υἱοὶ Ρεγμά· Σαβὰ καὶ Δαδάν. 10 καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.* 17 υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασσοὺδ καὶ ᾿Αρφαξάδ.** 24 Σαλά, 25 ῎Εβερ, Φαλέγ, Ραγαῦ, 26 Σερούχ, Νεχώρ, Θάρα, 27 ῾Αβραάμ. 28 υἱοὶ δὲ ῾Αβραάμ· ᾿Ισαὰκ καὶ ᾿Ισμαήλ. 29 αὗται δὲ αἱ γενέσεις πρωτοτόκου ᾿Ισμαήλ· Ναβαιὼθ καὶ Κηδάρ, Ναβδεήλ, Μαβσάμ, 30 Μασμά, ᾿Ιδουμά, Μασσή, Χονδάν, Θαιμάν, 31 ᾿Ιεττούρ, Ναφὲς καὶ Κεδμά. οὗτοί εἰσιν υἱοὶ ᾿Ισμαήλ. 32 καὶ υἱοὶ Χεττούρας παλλακῆς ῾Αβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράμ, ᾿Ιεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σωέ. καὶ υἱοὶ ᾿Ιεξάν· Δαιδὰν καὶ Σαβά. 33 καὶ υἱοὶ Μαδιάμ· Γαιφὰρ καὶ ᾿Οφὲρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβιδὰ καὶ ᾿Ελλαδά. πάντες οὗτοι υἱοὶ Χεττούρας. 34 καὶ ἐγέννησεν ῾Αβραὰμ τὸν ᾿Ισαάκ. καὶ υἱοὶ ᾿Ισαάκ· ᾿Ιακὼβ καὶ ῾Ησαῦ. 35 υἱοὶ ῾Ησαῦ· ᾿Ελιφὰζ καὶ Ραγουὴλ καὶ ᾿Ιεοὺλ καὶ ᾿Ιεγλὸμ καὶ Κορέ. 36 υἱοὶ ᾿Ελιφάζ· Θαιμὰν καὶ ᾿Ωμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ ᾿Αμαλήκ. 37 καὶ υἱοὶ Ραγουήλ· Ναχές, Ζαρέ, Σομὲ καὶ Μοζέ. 38 υἱοὶ Σηΐρ· Λωτάν, Σωβάλ, Σεβεγών, ᾿Ανά, Δησών, ῾Ωσὰρ καὶ Λισάν. 39 καὶ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν, ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 40 υἱοὶ Σωβάλ· Γωλάμ, Μαναχάθ, Γαιβήλ, Σὼβ καὶ ᾿Ωνάν. υἱοὶ δὲ Σεβεγών· ᾿Αϊὰ καὶ ᾿Ανά. 41 υἱοὶ ᾿Ανά· Δαισών. υἱοὶ δὲ Δαισών· ᾿Εμερὼν καὶ ᾿Εσεβὰν καὶ ᾿Ιεθρὰν καὶ Χαρράν. 42 καὶ υἱοὶ ῾Ωσάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιωκάν. υἱοὶ Δαισάν· ῍Ως καὶ ᾿Αράν. 43 καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 44 καὶ ἀπέθανε Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 45 καὶ ἀπέθανεν ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὸμ ἐκ γῆς Θαιμανών. 46 καὶ ἀπέθανεν ᾿Ασόμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 47 καὶ ἀπέθανεν ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σεβλὰ ἐκ Μασεκκᾶς. 48 καὶ ἀπέθανε Σεβλά, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. 49 καὶ ἀπέθανε Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼρ υἱὸς ᾿Αχοβώρ. 50 καὶ ἀπέθανε Βαλαεννώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ. 51 ἡγεμόνες ᾿Εδώμ· ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλαδά, ἡγεμὼν ᾿Ιεθέρ, 52 ἡγεμὼν ᾿Ελιβαμάς, ἡγεμὼν ᾿Ηλάς, ἡγεμὼν Φινών, 53 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαβσάρ, ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωΐν. οὗτοι ἡγεμόνες ᾿Εδώμ.

——————————————

* 11 Καὶ Μεσραΐμ ἐγέννησε τοὺς Λωδιεὶμ καὶ τοὺς ᾿Αναμιεὶμ καὶ τοὺς Λαβεὶν καὶ τοὺς Νεφθαλὶμ 12 καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφοριεὶμ 13 καὶ Χαναὰν ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον 14 καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον 15 καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον καὶ τὸν ᾿Ασενναῖον 16 καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί.

** 18 Καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, καὶ Σαλὰ ἐγέννησε τὸν ᾿Εβέρ, 19 καὶ τῷ ᾿Εβὲρ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν. 20 καὶ ᾿Ιεκτὰν ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ τὸν Σαλὲφ καὶ τὸν ᾿Αραμὼθ 21 καὶ τὸν Κεδουρὰν καὶ τὸν Αἰγὴν καὶ τὸν Δεκλὰμ 22 καὶ τὸν Γεμιὰν καὶ τὸν ᾿Αβιμέκλ καὶ τὸν Σαβὰν 23 καὶ τὸν Οὐφεὶρ καὶ τὸν Εὐὶ καὶ τὸν ᾿Ωράμ· πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν. 24 υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασοὺρ καὶ ᾿Αρφαξάδ.

Κεφάλαιο 2

ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραήλ· Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδα, ᾿Ισσάχαρ, Ζαβουλών, 2 Δάν, ᾿Ιωσήφ, Βενιαμίν, Νεφθαλί, Γάδ, ᾿Ασήρ. 3 υἱοὶ ᾿Ιούδα· ῎Ηρ, Αὐνάν, Σηλώμ, τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος. καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν. 4 καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς καὶ τὸν Ζαρά. πάντες υἱοὶ ᾿Ιούδα πέντε. 5 υἱοὶ Φαρές· ᾿Εσρὼμ καὶ ᾿Ιεμουήλ. 6 καὶ υἱοὶ Ζαρά· Ζαμβρὶ καὶ Αἰθὰν καὶ Αἰμὰν καὶ Καλχὰλ καὶ Δαράδ, πάντες πέντε. 7 καὶ υἱοὶ Χαρμί· ῎Αχαρ ὁ ἐμποδοστάτης ᾿Ισραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. 8 καὶ υἱοὶ Αἰθάν, ᾿Αζαρίας. 9 καὶ υἱοὶ ᾿Εσρώμ, οἳ ἐτέχθησαν αὐτῷ· ὁ ῾Ιεραμεὴλ καὶ ὁ ᾿Αρὰμ καὶ ὁ Χαλέβ. 10 καὶ ᾿Αρὰμ ἐγέννησε τὸν ᾿Αμιναδὰβ καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου ᾿Ιούδα, 11 καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ, 12 καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ, καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί, 13 καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν ᾿Ελιάβ· ᾿Αμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, 14 Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαΐ ὁ πέμπτος, 15 ᾿Ασὸμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος, 16 καὶ ἡ ἀδελφὴ αὐτῶν Σαρουία καὶ ᾿Αβιγαία· καὶ υἱοὶ Σαρουία· ᾿Αβισὰ καὶ ᾿Ιωὰβ καὶ ᾿Ασαήλ, τρεῖς. 17 καὶ ᾿Αβιγαία ἐγέννησε τὸν ᾿Αμεσσά· καὶ πατὴρ ᾿Αμεσσὰ ᾿Ιοθὸρ ὁ ᾿Ισμαηλίτης. 18 καὶ Χαλὲβ υἱὸς ᾿Εσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν ῾Ιεριώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· ᾿Ιασὰρ καὶ Σουβὰβ καὶ ᾿Ορνά. 19 καὶ ἀπέθανε Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν ᾿Εφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν ῎Ωρ· 20 καὶ ῍Ωρ ἐγέννησε τὸν Οὐρί, καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ. 21 καὶ μετὰ ταῦτα εἰσῆλθεν ᾿Εσρὼν πρὸς τὴν θυγατέρα Μαχὶρ πατρὸς Γαλαάδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξηκονταπέντε ἐτῶν ἦν. καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ. 22 καὶ Σεροὺχ ἐγέννησε τὸν ᾿Ιαΐρ. καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ. 23 καὶ ἔλαβε Γεδσοὺρ καὶ ᾿Αρὰμ τὰς κώμας ᾿Ιαΐρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ. 24 καὶ μετὰ τὸ ἀποθανεῖν ᾿Εσρὼν ἦλθε Χαλὲβ εἰς ᾿Εφραθά. καὶ ἡ γυνὴ ᾿Εσρὼν ᾿Αβιά, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Ασχὼδ πατέρα Θεκωέ. 25 καὶ ἦσαν οἱ υἱοὶ ῾Ιεραμεὴλ πρωτοτόκου ᾿Εσρών, ὁ πρωτότοκος Ράμ, καὶ Βαανὰ καὶ ᾿Αρὰν καὶ ᾿Ασὸμ ἀδελφὸς αὐτοῦ. 26 καὶ ἦν γυνὴ ἑτέρα τῷ ῾Ιεραμεήλ, καὶ ὄνομα αὐτῇ ᾿Ατάρα· αὕτη ἐστὶ μήτηρ ᾿Οζόμ. 27 καὶ ἦσαν υἱοὶ Ρὰμ πρωτοτόκου ῾Ιεραμεήλ· Μαὰς καὶ ᾿Ιαμὶν καὶ ᾿Ακόρ. 28 καὶ ἦσαν υἱοὶ ᾿Οζόμ· Σαμαΐ καὶ ᾿Ιαδαέ. καὶ υἱοὶ Σαμαΐ· Ναδὰβ καὶ ᾿Αβισούρ. 29 καὶ ὄνομα τῆς γυναικὸς ᾿Αβισοὺρ ᾿Αβιχαία, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Αχαβὰρ καὶ τὸν Μωήλ. 30 καὶ υἱοὶ Ναδάβ· Σαλὰδ καὶ ᾿Απφαίν. καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα. 31 καὶ υἱοὶ ᾿Απφαίν· ᾿Ισεμιήλ. καὶ υἱοὶ ᾿Ισεμιήλ· Σωσάν. καὶ υἱοὶ Σωσάν· ᾿Ααδαί. 32 καὶ υἱοὶ ᾿Ααδαί· ᾿Αχισαμάς, ᾿Ιεθέρ, ᾿Ιωνάθαν· καὶ ἀπέθανεν ᾿Ιεθὲρ οὐκ ἔχων τέκνα. 33 καὶ υἱοὶ ᾿Ιωνάθαν· Φαλὲδ καὶ ῾Οζάμ. οὗτοι ἦσαν υἱοὶ ῾Ιεραμεήλ. 34 καὶ οὐκ ἦσαν τῷ Σωσὰν υἱοί, ἀλλ᾿ ἢ θυγατέρες· καὶ τῷ Σωσὰν παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ ᾿Ιωχήλ, 35 καὶ ἔδωκε Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ ᾿Ιωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Εθθί. 36 καὶ ᾿Εθθὶ ἐγέννησε τὸν Ναθάν, καὶ Ναθὰν ἐγέννησε τὸν Ζαβέδ, 37 καὶ Ζαβὲδ ἐγέννησε τὸν ᾿Αφαμήλ, καὶ ᾿Αφαμὴλ ἐγέννησε τὸν ᾿Ωβήδ, 38 καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιηού, καὶ ᾿Ιηοὺ ἐγέννησε τὸν ᾿Αζαρίαν, 39 καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Χελλής, καὶ Χελλὴς ἐγέννησε τὸν ᾿Ελεασά, 40 καὶ ᾿Ελεασὰ ἐγέννησε τὸν Σοσομαΐ, καὶ Σοσομαΐ ἐγέννησε τὸν Σαλούμ, 41 καὶ Σαλοὺμ ἐγέννησε τὸν ᾿Ιεχεμίαν, καὶ ᾿Ιεχεμίας ἐγέννησε τὸν ᾿Ελισαμά, καὶ ᾿Ελισαμὰ ἐγέννησε τὸν ᾿Ισμαήλ. 42 καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ ῾Ιεραμεήλ· Μαρισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζίφ· καὶ υἱοὶ Μαρισὰ πατρὸς Χεβρών. 43 καὶ υἱοὶ Χεβρών· Κορὲ καὶ Θαπφοὺς καὶ Ρεκὸμ καὶ Σαμαά. 44 καὶ Σαμαὰ ἐγέννησε τὸν Ραὲμ πατέρα ᾿Ιεκλάν, καὶ ᾿Ιεκλὰν ἐγέννησε τὸν Σαμαΐ· 45 καὶ υἱὸς αὐτοῦ Μαών, καὶ Μαὼν πατὴρ Βαιθσούρ. 46 καὶ Γαιφὰ ἡ παλλακὴ Χαλὲβ ἐγέννησε τὸν ᾿Αρρὰν καὶ τὸν Μωσὰ καὶ τὸν Γεζουέ. 47 καὶ υἱοὶ ᾿Αδδαΐ· Ραγὲμ καὶ ᾿Ιωάθαμ καὶ Σωγὰρ καὶ Φαλὲκ καὶ Γαιφὰ καὶ Σαγαέ. 48 καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησε τὸν Σαβὲρ καὶ τὸν Θαράμ. 49 καὶ ἐγέννησε Σαγαὲ πατέρα Μαρμηνὰ καὶ τὸν Σαοὺ πατέρα Μαχαμηνὰ καὶ πατέρα Γαιβαά· καὶ θυγάτηρ Χαλὲβ ᾿Ασχά. 50 οὗτοι ἦσαν υἱοὶ Χαλέβ. υἱοὶ ῍Ωρ πρωτοτόκου ᾿Εφραθά· Σωβὰλ πατὴρ Καριαθιαρίμ. 51 Σαλωμὼν πατὴρ Βαιθλαὲμ καὶ ᾿Αρὶμ πατὴρ Βαιθγεδώρ. 52 καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρίμ· ᾿Αραὰ καὶ Αἰσὶ καὶ ᾿Αμμανὶθ 53 καὶ Οὐμασφαέ, πόλις ᾿Ιαΐρ, Αἰθαλὶμ καὶ Μιφιθὶμ καὶ ῾Ησαμαθὶμ καὶ ῾Ημασαραΐμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ υἱοὶ ᾿Εσθαάμ. 54 υἱοὶ Σαλωμών· Βαιθλαέμ, Νετωφαθί, ᾿Αταρὼθ οἴκου ᾿Ιωὰβ καὶ ἥμισυ τῆς Μαλαθί, ᾿Ησαρί, 55 πατριαὶ γραμματέων κατοικοῦντες ἐν ᾿Ιάβις, Θαργαθιΐμ, Σαμαθιΐμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ρηχάβ.

Κεφάλαιο 3

ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος ᾿Αμνὼν τῇ ᾿Αχιναὰμ τῇ ᾿Ιεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ ᾿Αβιγαίᾳ τῇ Καρμηλίᾳ, 2 ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος ᾿Αδωνία υἱὸς ᾿Αγγίθ, 3 ὁ πέμπτος Σαφατία τῆς ᾿Αβιτάλ, ὁ ἕκτος ᾿Ιεθραὰμ τῇ ᾿Αγλᾷ γυναικὶ αὐτοῦ. 4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ ᾿Αμιήλ, 6 καὶ ᾿Ιεβαὰρ καὶ ᾿Ελισὰ καὶ ᾿Ελιφαλὴθ 7 καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ ᾿Ιαφιὲ 8 καὶ ῾Ελισαμὰ καὶ ᾿Ελιαδὰ καὶ ᾿Ελιφαλά, ἐννέα. 9 πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν. 10 υἱοὶ Σαλωμών· Ροβοάμ, ᾿Αβιὰ υἱὸς αὐτοῦ, ᾿Ασὰ υἱὸς αὐτοῦ, ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ, 11 ᾿Ιωρὰμ υἱὸς αὐτοῦ, ᾿Οχοζίας υἱὸς αὐτοῦ, ᾿Ιωὰς υἱὸς αὐτοῦ, 12 ᾿Αμασίας υἱὸς αὐτοῦ, ᾿Αζαρίας υἱὸς αὐτοῦ, ᾿Ιωάθαμ υἱὸς αὐτοῦ, 13 ῎Αχαζ υἱὸς αὐτοῦ, ᾿Εζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ, 14 ᾿Αμὼν υἱὸς αὐτοῦ, ᾿Ιωσία υἱὸς αὐτοῦ. 15 καὶ υἱοὶ ᾿Ιωσία· πρωτότοκος ᾿Ιωανάν, ὁ δεύτερος ᾿Ιωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ. 16 καὶ υἱοὶ ᾿Ιωακίμ· ᾿Ιεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ. 17 καὶ υἱοὶ ᾿Ιεχονία· ᾿Ασίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ, 18 Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ ᾿Ιεκεμία καὶ ῾Ωσαμὰθ καὶ Ναβαδίας. 19 καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ ᾿Ανανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν 20 καὶ ᾿Ασουβὲ καὶ ᾿Οὸλ καὶ Βαραχία καὶ ᾿Ασαδία καὶ ᾿Ασοβέδ, πέντε. 21 καὶ υἱοὶ ᾿Ανανία· Φαλεττία καὶ ᾿Ιεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, ᾿Ορνὰ υἱὸς αὐτοῦ, ᾿Αβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ. 22 καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ ᾿Ιωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ. 23 καὶ υἱοὶ Νωαδία· ᾿Ελιθενὰν καὶ ᾿Εζεκία καὶ ᾿Εζρικάμ, τρεῖς. 24 καὶ υἱοὶ ᾿Ελιθενάν· ᾿Οδολία καὶ ῾Ελιασεβὼν καὶ Φαδαΐα καὶ ᾿Ακοὺβ καὶ ᾿Ιωανὰν καὶ Δαλααΐα καὶ ᾿Ανάν, ἑπτά.

Κεφάλαιο 4

ΚΑΙ υἱοὶ ᾿Ιούδα· Φαρές, ᾿Εσρὼμ καὶ Χαρμὶ καὶ ῎Ωρ, Σουβὰλ 2 καὶ Ράδα υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησε τὸν ᾿Ιέθ, καὶ ᾿Ιὲθ ἐγέννησε τὸν ᾿Αχιμαΐ, καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί. 3 καὶ οὗτοι υἱοὶ Αἰτάμ· ᾿Ιεζραὴλ καὶ ᾿Ιεσμὰν καὶ ᾿Ιεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν ᾿Εσηλεββών. 4 καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ ᾿Αζὴρ πατὴρ ᾿Ωσάν. οὗτοι υἱοὶ ῍Ωρ τοῦ πρωτοτόκου ᾿Εφραθὰ πατρὸς Βαθαλαέν. 5 καὶ τῷ ᾿Ασοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, ᾿Αωδὰ καὶ Θοαδά. 6 καὶ ἔτεκεν αὐτῷ ᾿Αωδὰ τὸν ᾿Ωχαία καὶ τὸν ᾿Ηφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν ᾿Αασθήρ· πάντες οὗτοι υἱοὶ ᾿Αωδᾶς. 7 καὶ υἱοὶ Θοαδᾶς· Σερὲθ καὶ Σαὰρ καὶ ᾿Εθνάν. 8 καὶ Κὼς ἐγέννησε τὸν ᾿Ενὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ρηχὰβ υἱοῦ ᾿Ιαρίν. 9 καὶ ἦν ᾿Ιγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιγαβὴς λέγουσα· ἔτεκον ὡς γαβής. 10 καὶ ἐπεκαλέσατο ᾿Ιγαβὴς τὸν Θεὸν ᾿Ισραὴλ λέγων· ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο. 11 καὶ Χαλὲβ πατὴρ ᾿Ασχὰ ἐγέννησε τὸν Μαχίρ· οὗτος πατὴρ ᾿Ασσαθών. 12 καὶ ᾿Ασσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ ᾿Εσελὼμ τοῦ Κενεζί· οὗτοι ἄνδρες Ρηφά. 13 καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, ᾿Αθάθ. 14 καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν ᾿Ιωὰβ πατέρα ᾿Αγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν. 15 καὶ υἱοὶ Χαλὲβ υἱοῦ ᾿Ιεφοννή· ᾿Ηρά, ᾿Αδὰ καὶ Νοόμ. καὶ υἱοὶ ᾿Αδά, Κενέζ. 16 καὶ υἱοὶ Γεσεήλ· Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ ᾿Εσεραήλ. 17 καὶ υἱοὶ ᾿Εσρί· ᾿Ιεθέρ, Μωρὰδ καὶ ῎Αφερ καὶ ᾿Ιαμών. καὶ ἐγέννησεν ᾿Ιεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα ᾿Εσθαιμών. 18 καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη ᾿Αδία) ἔτεκε τὸν ᾿Ιάρεδ πατέρα Γεδὼρ καὶ τὸν ᾿Αβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ. 19 καὶ υἱοὶ γυναικὸς τῆς ᾿Ιδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ ᾿Εσθαιμών, Νωχαθί. 20 καὶ υἱοὶ Σεμιών· ᾿Αμνὼν καὶ ᾿Ανὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάβ, 21 υἱοὶ Σηλὼμ υἱοῦ ᾿Ιούδα· ῍Ηρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων ᾿Εφραδαβὰκ τῷ οἴκῳ ᾿Εσοβὰ 22 καὶ ᾿Ιωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ ᾿Ιωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ. 23 οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν ᾿Αταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ. 24 υἱοὶ Συμεών· Ναμουὴλ καὶ ᾿Ιαμίν, ᾿Ιαρίβ, Ζαρέ, Σαούλ· 25 Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, 26 ᾿Αμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ. 27 Καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ ᾿Ιούδα. 28 καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν ᾿Εσηρσουὰλ 29 καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ 30 καὶ ἐν Βαθουὴλ καὶ ἐν ῾Ερμὰ καὶ ἐν Σικελὰγ 31 καὶ ἐν Βαιθμαριμὼθ καὶ ῾Ημισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ· αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ. 32 καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ ᾿Ηνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε. 33 καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. 34 καὶ Μοσωβὰβ καὶ ᾿Ιεμολὸχ καὶ ᾿Ιωσία υἱὸς ᾿Αμασία 35 καὶ ᾿Ιωὴλ (καὶ οὗτος υἱὸς ᾿Ασαβία), υἱὸς Σαραία, υἱὸς ᾿Ασιὴλ 36 καὶ ᾿Ελιωναΐ καὶ ᾿Ιακαβὰ καὶ ᾿Ιασουΐα καὶ ᾿Ασαΐα καὶ ᾿Ιεδιὴλ καὶ ᾿Ισμαὴλ καὶ Βαναίας 37 καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ ᾿Αλὼν υἱοῦ ᾿Ιεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου. 38 οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος, 39 καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· 40 καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. 41 καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. 42 καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ραφαΐα καὶ ᾿Οζιὴλ υἱοὶ ᾿Ιεσὶ ἄρχοντες αὐτῶν· 43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ ᾿Αμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

Κεφάλαιο 5

ΚΑΙ υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ, ὅτι οὖτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ ᾿Ιωσὴφ υἱῷ ᾿Ισραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια· 2 ὅτι ᾿Ιούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ ᾿Ιωσήφ. 3 υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼμ καὶ Χαρμί. 4 υἱοὶ ᾿Ιωήλ· Σεμεΐ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ· 5 υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ρηχά, υἱὸς αὐτοῦ ᾿Ιωήλ, 6 υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς ᾿Ασσούρ· οὗτος ἄρχων τῶν Ρουβήν. 7 καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων ᾿Ιωὴλ καὶ Ζαχαρία 8 καὶ Βαλὲκ υἱὸς ᾿Αζοὺζ υἱὸς Σαμά, υἱὸς ᾿Ιωήλ· οὗτος κατῴκησεν ἐν ᾿Αροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν 9 καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ. 10 καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ᾿ ἀνατολὰς τῆς Γαλαάδ. 11 υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελχά. 12 ᾿Ιωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ ᾿Ιανὶν ὁ γραμματεὺς ἐν Βασάν. 13 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ ᾿Ιωρεὲ καὶ ᾿Ιωαχὰν καὶ Ζουέ, καὶ ᾿Ωβήδ, ἑπτά. 14 οὗτοι υἱοὶ ᾿Αβιχαία υἱοῦ Οὐρὶ υἱοῦ ᾿Ιδαΐ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ ᾿Ιεσαΐ υἱοῦ ᾿Ιεδδαΐ υἱοῦ Ζαβουχὰμ 15 ἀδελφοῦ υἱοῦ ᾿Αβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν. 16 κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις· αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου. 17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις ᾿Ιωάθαμ βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ βασιλέως ᾿Ισραήλ. 18 υἱοὶ Ρουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. 19 καὶ ἐποίουν πόλεμον μετὰ τῶν ᾿Αγαρηνῶν καὶ ᾿Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων 20 καὶ κατίσχυσαν ἐπ᾿ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ ᾿Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν. 21 καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· 22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾿ αὐτῶν ἕως τῆς μετοικεσίας. 23 καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βαὰλ ᾿Ερμὼν καὶ Σανὶρ καὶ ὄρος ᾿Αερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. 24 καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· ᾿Οφὲρ καὶ Σεΐ καὶ ᾿Ελιὴλ καὶ ῾Ιερμία καὶ ᾿Ωδουΐα καὶ ᾿Ιεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. 25 καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν. 26 καὶ ἐπήγειρεν ὁ Θεὸς ᾿Ισραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως ᾿Ασσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως ᾿Ασσούρ, καὶ μετῴκισε τὸν Ρουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.

27 Υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 28 καὶ υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. 29 καὶ υἱοὶ ῎Αμβραμ· ᾿Ααρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ ᾿Ααρών· Ναδὰβ καὶ ᾿Αβιούδ, ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 30 ᾿Ελεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν ᾿Αβισού, 31 ᾿Αβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαΐ ἐγέννησε τὸν ᾿Οζί, 32 ᾿Οζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ 33 καὶ Μαριὴλ ἐγέννησε τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ, 34 καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν ᾿Αχιμάας, 35 καὶ ᾿Αχιμάας ἐγέννησε τὸν ᾿Αζαρίαν, καὶ ᾿Αζαρίας ἐγέννησε τὸν ᾿Ιωανάν, 36 καὶ ᾿Ιωανὰν ἐγέννησε τὸν ᾿Αζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν ῾Ιερουσαλήμ. 37 καὶ ἐγέννησεν ᾿Αζαρίας τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ, 38 καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ, 39 καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν ᾿Αζαρίαν, 40 καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν ᾿Ιωσαδάκ, 41 καὶ ᾿Ιωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικεσίᾳ μετὰ ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.

Κεφάλαιο 6

ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. 3 υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. 4 υἱοὶ Μεραρί· Μοολὶ καὶ ῾Ομουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. 5 τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ ᾿Ιὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ, 6 ᾿Ιωὰχ υἱὸς αὐτοῦ, ᾿Αδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, ᾿Ιεθρὶ υἱὸς αὐτοῦ. 7 υἱοὶ Καάθ· ᾿Αμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, ᾿Ασὴρ υἱὸς αὐτοῦ. 8 ῾Ελκανὰ υἱὸς αὐτοῦ, ᾿Αβισὰφ υἱὸς αὐτοῦ, 9 Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, ᾿Οζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. 10 καὶ υἱοὶ ῾Ελκανά, ᾿Αμασὶ καὶ ᾿Αχιμώθ, 11 ῾Ελκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, 12 ᾿Ελιὰβ υἱὸς αὐτοῦ, ῾Ιερεὰμ υἱὸς αὐτοῦ, ῾Ελκανὰ υἱὸς αὐτοῦ. 13 υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ ᾿Αβιά. 14 υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, ᾿Οζὰ υἱὸς αὐτοῦ, 15 Σαμαὰ υἱὸς αὐτοῦ, ᾿Αγγία υἱὸς αὐτοῦ, ᾿Ασαΐας υἱὸς αὐτοῦ. 16 καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ἆδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, 17 καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν ῾Ιερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. 18 καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς ᾿Ιωήλ, υἱοῦ Σαμουήλ, 19 υἱοῦ ῾Ελκανά, υἱοῦ ῾Ιερεβὰμ υἱοῦ ᾿Ελιὴλ υἱοῦ Θοοὺ 20 υἱοῦ Σοὺφ υἱοῦ ῾Ελκανὰ υἱοῦ Μαὰθ υἱοῦ ᾿Αμαθὶ 21 υἱοῦ ῾Ελκανὰ υἱοῦ ᾿Ιωὴλ υἱοῦ ᾿Αζαρία υἱοῦ Σαφανία 22 υἱοῦ Θαὰθ υἱοῦ ᾿Ασὴρ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορὲ 23 υἱοῦ ᾿Ισάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ ᾿Ισραήλ. 24 καὶ ὁ ἀδελφὸς αὐτοῦ ᾿Ασὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· ᾿Ασὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ 25 υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία 26 υἱοῦ ᾿Αθανὶ υἱοῦ Ζαραΐ υἱοῦ ᾿Αδαΐ 27 υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ 28 υἱοῦ ᾿Ιεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί. 29 καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ υἱοῦ ᾿Αβαΐ υἱοῦ Μαλὼχ 30 υἱοῦ ᾿Ασεβὶ υἱοῦ ᾿Αμεσία υἱοῦ Χελκίου 31 υἱοῦ ᾿Αμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ 32 υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί. 33 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. 34 καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ. 35 καὶ οὗτοι υἱοὶ ᾿Ααρών· ᾿Ελεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, ᾿Αβισοὺ υἱὸς αὐτοῦ, 36 Βωκαὶ υἱὸς αὐτοῦ, ᾿Οζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ, 37 Μαριὴλ υἱὸς αὐτοῦ, ᾿Αμαρία υἱὸς αὐτοῦ, ᾿Αχιτὼβ υἱὸς αὐτοῦ, 38 Σαδὼκ υἱὸς αὐτοῦ, ᾿Αχιμάας υἱὸς αὐτοῦ. 39 καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς ᾿Ααρὼν τῇ πατριᾷ τοῦ Κααθὶ —ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος— 40 καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ ᾿Ιούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· 41 καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ ᾿Ιεφοννή. 42 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Εσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς 43 καὶ τὴν ᾿Ιεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς 44 καὶ τὴν ᾿Ασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς. 45 καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. 46 καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα. 47 καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ᾿Ισσάχαρ, ἐκ φυλῆς ᾿Ασήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. 48 καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο. 49 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 50 καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν ᾿Ιούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος. 51 καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς ᾿Εφραίμ. 52 καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει ᾿Εφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς 53 καὶ τὴν ᾿Ιεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς 54 καὶ τὴν ᾿Εγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς 55 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν ᾿Ανὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. 56 τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ασηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· 57 καὶ ἐκ φυλῆς ᾿Ισσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς 58 καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς· 59 καὶ ἐκ φυλῆς ᾿Ασὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αβδὼν καὶ τὰ περισπόρια αὐτῆς 60 καὶ τὴν ᾿Ακὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια αὐτῆς· 61 καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς. 62 τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς, 63 ἐκ τοῦ πέραν τοῦ ᾿Ιορδάνου τὴν ῾Ιεριχὼ κατὰ δυσμὰς τοῦ ᾿Ιορδάνου· ἐκ φυλῆς Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιασὰ καὶ τὰ περισπόρια αὐτῆς 64 καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς 65 καὶ ἐκ φυλῆς Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς 66 καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.

Κεφάλαιο 7

ΚΑΙ τοῖς υἱοῖς ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Σεμερών, τέσσαρες. 2 καὶ υἱοὶ Θωλά· ᾿Οζί, Ραφαΐα καὶ ᾿Ιεριὴλ καὶ ᾿Ιαμαΐ καὶ ᾿Ιεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. 3 καὶ υἱοὶ ᾿Οζί· ᾿Ιεζραΐα καὶ υἱοὶ ᾿Ιεζραΐα· Μιχαήλ, ᾿Αβδιοὺ καὶ ᾿Ιωὴλ καὶ ᾿Ιεσία, πέντε, ἄρχοντες πάντες. 4 καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. 5 καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς ᾿Ισσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. 6 υἱοὶ Βενιαμίν· Βαλὲ καὶ Βαχὶρ καὶ ᾿Ιαδιήλ, τρεῖς. 7 καὶ υἱοὶ Βαλέ· ᾿Ασεβὼν καὶ ᾿Οζὶ καὶ ᾿Οζιὴλ καὶ ᾿Ιεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες. 8 καὶ υἱοὶ Βαχίρ· Ζεμιρὰ καὶ ᾿Ιωὰς καὶ ᾿Ελιέζερ καὶ ᾿Ελιθενὰν καὶ ᾿Αμαρία καὶ ᾿Ιεριμὼθ καὶ ᾿Αβιοὺδ καὶ ᾿Αναθὼθ καὶ ᾿Ελμεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ. 9 καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. 10 καὶ υἱοὶ ᾿Ιαδιήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· ᾿Ιαοὺς καὶ Βενιαμὶν καὶ ᾿Αὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ ᾿Αχισαάρ. 11 πάντες οὗτοι υἱοὶ ᾿Ιαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. 12 καὶ Σαπφὶν καὶ ᾿Απφὶν καὶ υἱοὶ Ραώμ· υἱὸς αὐτοῦ ᾿Αέρ. 13 υἱοὶ Νεφθαλί· ᾿Ιασιήλ, Γωνὶ καὶ ᾿Ισσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά. 14 υἱοὶ Μανασσῆ· ᾿Ασεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ. 15 καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ ᾿Αμφὶν καὶ Μαμφίν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες. 16 καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος· υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ροκόμ. 17 καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ. 18 καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν ᾿Ισαδὲκ καὶ τὸν ᾿Αβιέζερ καὶ τὸν Μαελά. 19 καὶ ἦσαν υἱοὶ Σεμιρά· ᾿Ιααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ ᾿Ανιάν. 20 καὶ υἱοὶ ᾿Εφραίμ· Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, ᾿Ελεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ, 21 Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ ᾿Αζὲρ καὶ ᾿Ελεάδ. καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. 22 καὶ ἐπένθησεν ᾿Εφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. 23 καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. 24 καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ ᾿Οζάν· Σεηρά, 25 καὶ Ραφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ. 26 τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς ᾿Αμιούδ, ᾿Ελισαμαΐ υἱὸς αὐτοῦ, 27 Νοὺμ υἱὸς αὐτοῦ, ᾿Ιησουὲ υἱὸς αὐτοῦ. 28 καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾿ ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς. 29 καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ· Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ ᾿Ιωσὴφ υἱοῦ ᾿Ισραήλ. 30 υἱοὶ ᾿Ασήρ· ᾿Ιεμνὰ καὶ Σουΐα. καὶ ᾿Ισουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν. 31 καὶ υἱοὶ Βεριά· Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ. 32 καὶ Χάβερ ἐγέννησε τὸν ᾿Ιαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. 33 καὶ υἱοὶ ᾿Ιαφλήτ· Φασὲκ καὶ Βαβαὴλ καὶ ᾿Ασίθ· οὗτοι υἱοὶ ᾿Ιαφλήτ. 34 καὶ υἱοὶ Σεμμήρ· ᾿Αχιουραογὰ καὶ ᾿Οβὰ καὶ ᾿Αρὰμ 35 καὶ Βανηελάμ· ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ ᾿Ιμανὰ καὶ Σελλὴς καὶ ᾿Αμάλ. 36 υἱοὶ Σωφά· Σουὲ καὶ ᾿Αρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ ᾿Ιμρὰν 37 καὶ Σοβὰλ καὶ ῍Ωδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ ᾿Ιεθρὰν καὶ Βεηρά. 38 καὶ υἱοὶ ᾿Ιεθήρ· ᾿Ιεφινὰ καὶ Φασφὰ καὶ ᾿Αρά. 39 καὶ υἱοὶ ῾Ωλά· ᾿Ορέχ, ᾿Ανιὴλ καὶ Ρασιά. 40 πάντες οὗτοι υἱοὶ ᾿Ασήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες.

Κεφάλαιο 8

ΚΑΙ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ ᾿Ασβὴλ τὸν δεύτερον, ᾿Ααρὰ τὸν τρίτον, 2 Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον. 3 καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· ᾿Αδὶρ καὶ Γηρὰ καὶ ᾿Αβιοὺδ 4 καὶ ᾿Αβισουὲ καὶ Νοαμὰ καὶ ᾿Αχιὰ 5 καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ. 6 οὗτοι υἱοὶ ᾿Αώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί· 7 καὶ Νοομὰ καὶ ᾿Αχιὰ καὶ Γηρά· οὗτος ᾿Ιεγλαὰμ καὶ ἐγέννησε τὸν ᾿Αζὰ καὶ τὸν ᾿Ιαχιχώ. 8 καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν ῾Ωσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ. 9 καὶ ἐγέννησεν ἐκ τῆς ᾿Αδὰ γυναικὸς αὐτοῦ τὸν ᾿Ιωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ 10 καὶ τὸν ᾿Ιαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν. 11 καὶ ἐκ τῆς ῾Ωσὶν ἐγέννησε τὸν ᾿Αβιτὼλ καὶ τὸν ᾿Αλφαάλ. 12 καὶ υἱοὶ ᾿Αλφαάλ· ᾿Ωβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν ᾿Ωνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς· 13 καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. 14 καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ ᾿Αριμὼθ 15 καὶ Ζαβαδία, καὶ ᾿Ωρὴδ καὶ ῎Εδερ 16 καὶ Μιχαὴλ καὶ ᾿Ιεσφὰ καὶ ᾿Ιωδά, υἱοὶ Βεριά. 17 καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ ᾿Αζακὶ καὶ ᾿Αβὰρ 18 καὶ ᾿Ισαμαρὶ καὶ ᾿Ιεζλίας καὶ ᾿Ιωβάβ, υἱοὶ ᾿Ελφαάλ. 19 καὶ ᾿Ιακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ 20 καὶ ᾿Ελιωναΐ καὶ Σαλαθὶ καὶ ᾿Ελιηλὶ 21 καὶ ᾿Αδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ. 22 καὶ ᾿Ιεσφὰν καὶ ᾿Ωβὴδ καὶ ᾿Ελεὴλ 23 καὶ ᾿Αβδιὼν καὶ Ζεχρὶ καὶ ᾿Ανὰν 24 καὶ ᾿Ανανία καὶ ᾿Αμβρὶ καὶ Αἰλὰμ καὶ ᾿Αναθὼθ 25 καὶ ᾿Ιαθὶν καὶ ᾿Ιεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ, 26 καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία 27 καὶ ᾿Ιαρασία καὶ ᾿Εριὰ καὶ Ζεχρί, υἱοὶ ῾Ιεροάμ. 28 οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ· 29 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά. 30 καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ 31 καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ· 32 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. 33 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ. 34 καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 35 καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ ᾿Αχάζ. 36 καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν ᾿Ασμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά, 37 καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ. 38 καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά· πάντες οὗτοι υἱοὶ ᾿Εσήλ. 39 καὶ υἱοὶ ᾿Ασήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ιὰς ὁ δεύτερος καὶ ᾿Ελιφαλὲτ ὁ τρίτος. 40 καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.

Κεφάλαιο 9

ΚΑΙ πᾶς ᾿Ισραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν, 2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν ᾿Ισραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. 3 καὶ ἐν ῾Ιερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν ᾿Ιούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν ᾿Εφραὶμ καὶ Μανασσῆ· 4 Γνωθὶ καὶ υἱὸς ᾿Αμμιούδ, υἱοῦ ᾿Αμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ ᾿Ιούδα. 5 καὶ ἐκ τῶν Σηλωνί· ᾿Ασαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ. 6 ἐκ τῶν υἱῶν Ζαρά· ᾿Ιεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. 7 καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ ᾿Ωδουΐα υἱοῦ ᾿Ασινοῦ 8 καὶ ᾿Ιεμναὰ υἱὸς ῾Ιεροβοὰμ καὶ ᾿Ηλώ· οὗτοι υἱοὶ ᾿Οζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ραγουὴλ υἱοῦ ᾿Ιεμναΐ 9 καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 10 καὶ ἀπὸ τῶν ἱερέων· ᾿Ιωδαὲ καὶ ᾿Ιωαρὶμ καὶ ᾿Ιαχὶν 11 καὶ ᾿Αζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ ᾿Αχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ 12 καὶ ᾿Αδαΐα υἱὸς ᾿Ιραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς ᾿Αδιὴλ υἱοῦ ᾿Εζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ ᾿Εμμὴρ 13 καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ. 14 καὶ ἐκ τῶν Λευιτῶν· Σαμαΐα υἱὸς ᾿Ασὼβ υἱοῦ ᾿Εζρικὰμ υἱοῦ ᾿Ασαβία ἐκ τῶν υἱῶν Μεραρί, 15 καὶ Βακβακὰρ καὶ ᾿Αρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ ᾿Ασὰφ 16 καὶ ᾿Αβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ ᾿Ιδιθοῦν καὶ Βαραχία υἱὸς ᾿Οσσὰ υἱοῦ ῾Ελκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί. 17 οἱ πυλωροί· Σαλώμ, ᾿Ακούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· 18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί. 19 καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον. 20 καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ᾿ αὐτοῦ. 21 Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22 πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. 23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν. 24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. 25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων. 26 ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν, 27 ὅτι ἐπ᾿ αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. 28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι. 29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. 30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. 31 καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32 καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. 33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις. 34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ. 35 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν ᾿Ιεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά. 36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ 37 καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ. 38 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 39 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ. 40 καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 41 καὶ υἱοὶ Μιχά· Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ. 42 καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά, 43 καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ. 44 καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά. οὗτοι υἱοὶ ᾿Εσήλ.

Κεφάλαιο 10

ΚΑΙ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν ᾿Ισραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ. 2 καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ. 3 καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων. 4 καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. 5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε. 6 καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε. 7 καὶ εἶδε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν ᾿Ισραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς. 8 καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ. 9 καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ· 10 καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών. 11 καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ ᾿Ισραήλ. 12 καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς ᾿Ιαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν ᾿Ιαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας. 13 καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης· 14 καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαί.

Κεφάλαιο 11

ΚΑΙ ἦλθε πᾶς ᾿Ισραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ισραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ᾿Ισραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ. 3 καὶ ἦλθον πάντες πρεσβύτεροι ᾿Ισραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ ᾿Ισραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.

4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς ῾Ιερουσαλὴμ (αὕτη ᾿Ιεβούς), καὶ ἐκεῖ οἱ ᾿Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ· 5 οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ). 6 καὶ εἶπε Δαυίδ· πᾶς τύπτων ᾿Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις ᾿Ιωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα. 7 καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ· 8 καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν. 9 καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.

10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς ᾿Ισραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ ᾿Ισραήλ· 11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· ᾿Ιεσεβάαλ υἱὸς ᾿Αχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. 12 καὶ μετ᾿ αὐτὸν ᾿Ελεάζαρ υἱὸς Δωδαΐ ὁ ᾿Αχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς. 13 οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· 14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. 15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων. 16 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 17 καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; 18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν· 19 ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 20 καὶ ᾿Αβεσαὰ ἀδελφὸς ᾿Ιωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, 21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. 22 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος· 23 καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24 ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς· 25 ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ. 26 καὶ δυνατοὶ τῶν δυνάμεων· ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωάβ, ᾿Ελεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ, 27 Σαμμὼθ ὁ ᾿Αρωρί, Χελλὴς ὁ Φελωνί, 28 ῾Ωρὰ υἱὸς ᾿Εκκὶς ὁ Θεκωί, ᾿Αβιέζερ ὁ ᾿Αναθωθί, 29 Σοβοχαὶ ὁ ᾿Ασωθί, ᾿Ηλὶ ὁ ᾿Αχωνί, 30 Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί, 31 Αἰρὶ υἱὸς Ρεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί, 32 Οὐρὶ ἐκ Ναχαλὶ Γάας, ᾿Αβιὴλ ὁ Γαραβαιθί, 33 ᾿Αζμὼθ ὁ Βαρωμί, ᾿Ελιαβὰ ὁ Σαλαβωνί, 34 υἱὸς ᾿Ασὰμ τοῦ Γιζωνίτου, ᾿Ιωνάθαν υἱὸς Σωλὰ ὁ ᾿Αραρί, 35 ᾿Αχὶμ υἱὸς ᾿Αχὰρ ὁ ᾿Αραρί, ᾿Ελφὰτ υἱὸς Θυροφὰρ 36 ὁ Μεχωραθρί, ᾿Αχία ὁ Φελλωνί, 37 ᾿Ησερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς ᾿Αζοβαί, 38 ᾿Ιωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς ᾿Αγαρί, 39 Σελὴ ὁ ᾿Αμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη ᾿Ιωὰβ υἱῷ Σαρουΐα, 40 ᾿Ιρὰ ὁ ᾿Ιεθρί, Γαρὴβ ὁ ᾿Ιεθρί, 41 Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς ᾿Αχαϊά, 42 ᾿Αδινὰ υἱὸς Σαιζὰ τοῦ Ρουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα. 43 ᾿Ανὰν υἱὸς Μοωχά, καὶ ᾿Ιωσαφὰτ ὁ Ματθανί, 44 ᾿Οζία ὁ ᾿Ασταρωθί, Σαμαθὰ καὶ ᾿Ιειὴλ υἱοὶ Χωθὰμ τοῦ ᾿Αραρί, 45 ᾿Ιεδιὴλ υἱὸς Σαμερὶ καὶ ᾿Ιωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ, 46 ᾿Ελιὴλ ὁ Μαωΐ καὶ ᾿Ιαριβί, καὶ ᾿Ιωσία υἱὸς αὐτοῦ, ᾿Ελλαὰμ καὶ ᾿Ιεθαμὰ ὁ Μωαβίτης, 47 Δαλιὴλ καὶ ᾿Ωβὴδ καὶ ᾿Ιεσσιὴλ ὁ Μεσωβία.

Κεφάλαιο 12

ΚΑΙ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ 2 καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν· 3 ὁ ἄρχων ᾿Αχιέζερ καὶ ᾿Ιωὰς υἱὸς ᾿Ασμὰ τοῦ Γαβαθίτου καὶ ᾿Ιωὴλ καὶ ᾿Ιωφαλὴτ υἱοὶ ᾿Ασμὼθ καὶ Βερχία καὶ ᾿Ιηοὺλ ὁ ᾿Αναθωθὶ 4 καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα 5 ῾Ιερεμία καὶ ᾿Ιεζιὴλ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιωζαβὰθ ὁ Γαδαραθιίμ, 6 ᾿Αζαΐ καὶ ᾿Ιαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ, 7 ῾Ηλκανὰ καὶ ᾿Ιησουνὶ καὶ ᾿Οζριὴλ καὶ ᾿Ιωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται 8 καὶ ᾿Ιελία καὶ Ζαβαδία υἱοὶ ᾿Ιραὰμ καὶ οἱ τοῦ Γεδώρ. 9 καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· 10 ᾿Αζὲρ ὁ ἄρχων, ᾿Αβδία ὁ δεύτερος, ᾿Ελιὰβ ὁ τρίτος, 11 Μασμανὰ ὁ τέταρτος, ῾Ιερμιὰ ὁ πέμπτος, 12 ᾿Ιεθὶ ὁ ἕκτος, ᾿Ελιὰβ ὁ ἕβδομος, 13᾿Ιωανὰν ὁ ὄγδοος, ᾿Ελιαζὲρ ὁ ἔνατος, 14 ῾Ιερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος. 15 οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. 16 οὗτοι οἱ διαβάντες τὸν ᾿Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. 17 καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ᾿Ιούδα εἰς βοήθειαν τοῦ Δαυίδ, 18 καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο. 19 καὶ πνεῦμα ἐνέδυσε τὸν ᾿Αμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε· πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς ᾿Ιεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων. 20 καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων· ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ· 21 ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ ᾿Εδνὰ καὶ ᾿Ιωζαβὰθ καὶ Ρωδιὴλ καὶ Μιχαὴλ καὶ ᾿Ιωσαβαὶθ καὶ ᾿Ελιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ. 22 καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει· 23 ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ. 24 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. 25 υἱοὶ ᾿Ιούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. 26 τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. 27 τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι. 28 καὶ ᾿Ιωδαὲ ὁ ἡγούμενος τῷ ᾿Ααρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι. 29 καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο. 30 καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. 31 καὶ ἀπὸ υἱῶν ᾿Εφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν. 32 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ. 33 καὶ ἀπὸ τῶν υἱῶν ᾿Ισσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι ᾿Ισραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν. 34 καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως. 35 καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες. 36 καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. 37 καὶ ἀπὸ τοῦ ᾿Ασὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες. 38 καὶ ἐκ πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ Ρουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες. 39 πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα ᾿Ισραήλ· καὶ ὁ κατάλοιπος ᾿Ισραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ. 40 καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν. 41 καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως ᾿Ισσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν ᾿Ισραήλ.

Κεφάλαιο 13

ΚΑΙ ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ, 2 καὶ εἶπε Δαυὶδ τῇ πάσῃ ἐκκλησίᾳ ᾿Ισραήλ· εἰ ἐφ᾿ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ ᾿Ισραήλ, καὶ μετ᾿ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσι κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, 3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾿ ἡμερῶν Σαούλ. 4 καὶ εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ. 5 καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου ῾Ημὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως ᾿Ιαρίμ. 6 καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ, καὶ πᾶς ᾿Ισραὴλ ἀνέβη εἰς πόλιν Δαυίδ, ἣ ἦν τοῦ ᾿Ιούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ Κυρίου καθημένου ἐπὶ Χερουβίμ, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. 7 καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐφ᾿ ἅμαξαν καινὴν ἐξ οἴκου ᾿Αμαναδάβ, καὶ ᾿Οζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. 8 καὶ Δαυὶδ καὶ πᾶς ᾿Ισραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξι. 9 καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν ᾿Οζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος. 10 καὶ ἐθυμώθη Κύριος ὀργῇ ἐπὶ ᾿Οζὰ καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ Θεοῦ. 11 καὶ ἠθύμησε Δαυίδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν ᾿Οζά, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Διακοπὴ ᾿Οζὰ ἕως τῆς ἡμέρας ταύτης. 12 καὶ ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ Θεοῦ πρὸς ἐμαυτόν; 13 καὶ οὐκ ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυίδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον ᾿Αβεδδαρὰ τοῦ Γεθθαίου. 14 καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν οἴκῳ ᾿Αβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ Θεὸς ᾿Αβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.

Κεφάλαιο 14

ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. 2 καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ.

3 Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν ῾Ιερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν 5 καὶ ᾿Ιβαὰρ καὶ ᾿Ελισαὲ καὶ ᾿Ελιφαλὲτ 6 καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ ᾿Ιαφιὲ 7 καὶ ᾿Ελισαμαὲ καὶ ᾿Ελιαδὲ καὶ ᾿Ελιφαλέτ.

8 Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. 9 καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. 10 καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. 11 καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν. 12 καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί. 13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. 14 καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων· 15 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. 16 καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά. 17 καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

Κεφάλαιο 15

ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν. 2 τότε εἶπε Δαυίδ· οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. 3 καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ. 4 καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς Λευίτας. 5 τῶν υἱῶν Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι. 6 τῶν υἱῶν Μεραρί· ᾿Ασαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι. 7 τῶν υἱῶν Γηρσάμ· ᾿Ιωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα. 8 τῶν υἱῶν ᾿Ελισαφάν· Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι. 9 τῶν υἱῶν Χεβρών· ᾿Ελιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα. 10 τῶν υἱῶν ᾿Οζιήλ· ᾿Αμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο. 11 καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ ᾿Αβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, ᾿Ασαΐαν καὶ ᾿Ιωὴλ καὶ Σαμαίαν καὶ ᾿Ελιὴλ καὶ ᾿Αμιναδάβ, 12 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, οὗ ἡτοίμασα αὐτῇ· 13 ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι. 14 καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ ᾿Ισραήλ. 15 καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς. 16 καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. 17 καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν ᾿Ιωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ ᾿Ασὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου. 18 καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ ᾿Οζιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Ελιωὴλ καὶ ᾿Ελιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ ᾿Ελιφαλία καὶ Μακενία καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας, οἱ πυλωροί. 19 καὶ οἱ ψαλτῳδοί, Αἰμάν, ᾿Ασὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· 20 Ζαχαρίας καὶ ᾿Οζιήλ, Σεμιραμώθ, ᾿Ιεϊήλ, ᾿Ωνί, ᾿Ελιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ. 21 καὶ Ματταθίας καὶ ᾿Ελιφαλίας καὶ Μακενίας καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι. 22 καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. 23 καὶ Βαραχία καὶ ᾿Ελκανὰ πυλωροὶ τῆς κιβωτοῦ. 24 καὶ Σοβνία καὶ ᾿Ιωσαφὰτ καὶ Ναθαναὴλ καὶ ᾿Αμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ ᾿Ελιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. 25 καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι ᾿Ισραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου ᾿Αβδεδὸμ ἐν εὐφροσύνῃ. 26 καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 27 καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἆδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη. 28 καὶ πᾶς ᾿Ισραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις. 29 καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.

Κεφάλαιο 16

ΚΑΙ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ Θεοῦ. 2 καὶ συνετέλεσε Δαυὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου. 3 καὶ διεμέρισε παντὶ ἀνδρὶ ᾿Ισραὴλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην. 4 καὶ ἔταξε κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν Θεὸν ᾿Ισραήλ· 5 ᾿Ασὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, ᾿Ιεϊήλ, Σεμιραμώθ, ᾿Ιεϊήλ, Ματταθίας, ᾿Ελιὰβ καὶ Βαναίας, καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ ᾿Ασὰφ ἐν κυμβάλοις ἀναφωνῶν. 6 καὶ Βαναίας καὶ ᾿Οζιὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξι διαπαντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ Θεοῦ.

7 ᾿Εν τῇ ἡμέρᾳ ἐκείνη τότε ἔταξε Δαυὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ ᾿Ασὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

8 ῼΔΗ. ᾿Εξομολογεῖσθε τῷ Κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ. 9 ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσι τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε Κύριος. 10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ. 11 ζητήσατε τὸν Κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. 12 μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ. 13 σπέρμα ᾿Ισραὴλ παῖδες αὐτοῦ, υἱοὶ ᾿Ιακὼβ ἐκλεκτοὶ αὐτοῦ. 14 αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. 15 μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς, 16 ὃν διέθετο τῷ ῾Αβραὰμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ ᾿Ισαάκ· 17 ἔστησεν αὐτὸν τῷ ᾿Ιακὼβ εἰς πρόσταγμα, τῷ ᾿Ισραὴλ διαθήκην αἰώνιον 18 λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν. 19 ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ. 20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον. 21 οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξε περὶ αὐτῶν βασιλεῖς· 22 μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. 23 ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ. 24 ἐξηγεῖσθε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. 25 ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. 26 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ Θεὸς ἡμῶν οὐρανοὺς ἐποίησε. 27 δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ. 28 δότε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, δότε τῷ Κυρίῳ δόξαν καὶ ἰσχύν· 29 δότε τῷ Κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ. 30 φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω· 31 εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσι· Κύριος βασιλεύων. 32 βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ· 33 τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἦλθε κρῖναι τὴν γῆν. 34 ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 35 καὶ εἴπατε· σῶσον ἡμᾶς, ὁ Θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἄθροισον ἡμᾶς, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσί σου. 36 εὐλογημένος Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός· ἀμήν. καὶ ᾔνεσαν τῷ Κυρίῳ.

37 Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν ᾿Ασὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διαπαντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν. 38 καὶ ᾿Αβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ ᾿Αβδεδὸμ υἱὸς ᾿Ιδιθοὺν καὶ ᾿Οσσὰ εἰς πυλωρούς. 39 καὶ τὸν Σαδὼκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαὼν 40 τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διαπαντὸς τὸ πρωΐ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφ᾿ υἱοῖς ᾿Ισραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ Θεοῦ· 41 καὶ μετ᾿ αὐτοῦ Αἰμὰν καὶ ᾿Ιδιθοὺν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ᾿ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 42 καὶ μετ᾿ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ ᾿Ιδιθοὺν εἰς τὴν πύλην. 43 καὶ ἐπορεύθη πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψε Δαυὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.

Κεφάλαιο 17

ΚΑΙ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων. 2 καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ. 3 καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν· 4 πορεύου καὶ εἰπὸν πρὸς Δαυὶδ τὸν δοῦλόν μου· οὕτως εἶπε Κύριος· οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· 5 ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν ᾿Ισραήλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι 6 ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ ᾿Ισραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ ᾿Ισραήλ, οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον. 7 καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· ἐγὼ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ· 8 καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 9 καὶ θήσομαι τόπον τῷ λαῷ μου ᾿Ισραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾿ ἀρχῆς 10 καὶ ἀφ᾿ ἡμερῶν, ὦν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος. 11 καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· 12 αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος. 13 ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου. 14 καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. 15 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. 16 καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου καὶ εἶπε· τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος; 17 καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ Θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις τοῦ ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ Θεός. 18 τί προσθήσει ἔτι Δαυὶδ πρός σε τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας. 19 καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. 20 Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. 21 καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου ᾿Ισραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη. 22 καὶ ἔδωκας τὸν λαόν σου ᾿Ισραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγενήθης αὐτοῖς εἰς Θεόν. 23 καὶ νῦν, Κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος. καὶ ποίησον καθὼς ἐλάλησας, 24 καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων· Κύριε Κύριε, παντοκράτωρ Θεὸς ᾿Ισραήλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. 25 ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. 26 καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα· 27 καὶ νῦν ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, Κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.

Κεφάλαιο 18

ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. 2 καὶ ἐπάταξε τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα. 3 καὶ ἐπάταξε Δαυὶδ τὸν ᾿Αδρααζὰρ βασιλέα Σουβὰ ῾Ημάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην. 4 καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 5 καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι ᾿Αδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. 6 καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα, καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 7 καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας ᾿Αδρααζάρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ. 8 καὶ ἐκ τῆς μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν ᾿Αδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. 9 καὶ ἤκουσε Θωὰ βασιλεὺς ῾Ημὰθ ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν ᾿Αδρααζὰρ βασιλέως Σουβά, 10 καὶ ἀπέστειλε τὸν ᾿Αδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν ᾿Αδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ ᾿Αδρααζάρ. 11 καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ ᾿Ιδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν ᾿Αμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ ᾿Αμαλήκ. 12 καὶ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν ᾿Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας. 13 καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ ᾿Ιδουμαῖοι παῖδες Δαυίδ. καὶ ἔσωζε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 14 καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. 15 καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺδ ὑπομνηματογράφος 16 καὶ Σαδὼκ υἱὸς ᾿Αχιτὼβ καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς 17 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθὶ καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.

Κεφάλαιο 19

ΚΑΙ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεὺς υἱῶν ᾿Αμμών, καὶ ἐβασίλευσεν ᾿Ανὰν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 2 καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ ᾿Ανὰν υἱοῦ Ναάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾿ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν υἱῶν ᾿Αμμὼν πρὸς ᾿Ανὰν τοῦ παρακαλέσαι αὐτόν. 3 καὶ εἶπον ἄρχοντες υἱῶν ᾿Αμμὼν πρὸς ᾿Ανάν· μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχὶ ὅπως ἐξερευνήσωσι τὴν πόλιν καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρός σε; 4 καὶ ἔλαβεν ᾿Ανὰν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς. 5 καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα. καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν ῾Ιεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε. 6 καὶ εἶδον οἱ υἱοὶ ᾿Αμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν ᾿Ανὰν καὶ υἱοὶ ᾿Αμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς. 7 καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μοοχὰ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά, καὶ οἱ υἱοὶ ᾿Αμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι. 8 καὶ ἤκουσε Δαυὶδ καὶ ἀπέστειλε τὸν ᾿Ιωὰβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν. 9 καὶ ἐξῆλθον οἱ υἱοὶ ᾿Αμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾿ ἑαυτοὺς ἐν τῷ πεδίῳ. 10 καὶ εἶδεν ᾿Ιωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ ᾿Ισραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου· 11 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ ᾿Αβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν ᾿Αμμών. 12 καὶ εἶπεν· ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ ὁ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν οἱ υἱοὶ ᾿Αμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε· 13 ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει. 14 καὶ παρετάξατο ᾿Ιωὰβ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾿ αὐτῶν. 15 καὶ οἱ υἱοὶ ᾿Αμμὼν εἶδον ὅτι ἔφυγον οἱ Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου ᾿Αβεσσὰ καὶ ἀπὸ προσώπου ᾿Ιωὰβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν ᾿Ιωὰβ εἰς ῾Ιερουσαλήμ. 16 καὶ εἶδεν ὁ Σύρος ὅτι ἐτροπώσατο αὐτὸν ᾿Ισραήλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰ ἀρχιστράτηγος δυνάμεως ᾿Αδρααζὰρ ἔμπροσθεν αὐτῶν. 17 καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα ᾿Ισραὴλ καὶ διέβη τὸν ᾿Ιορδάνην καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ παρετάξατο ἐπ᾿ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξεναντίας Δαυὶδ εἰς πόλεμον καὶ ἐπολέμησαν αὐτόν, 18 καὶ ἔφυγε Σύρος ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ ἀπέκτεινε Δαυὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφὰ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινε. 19 καὶ εἶδον παῖδες ᾿Αδρααζὰρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ διέθεντο μετὰ Δαυὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησε Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς ᾿Αμμὼν ἔτι.

Κεφάλαιο 20

ΚΑΙ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν ᾿Ιωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν ᾿Αμμών· καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ραββά· καὶ Δαυὶδ ἐκάθισεν ἐν ῾Ιερουσαλήμ· καὶ ἐπάταξεν ᾿Ιωὰβ τὴν Ραββὰ καὶ κατέσκαψεν αὐτήν. 2 καὶ ἔλαβε Δαυὶδ τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα. 3 καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι· καὶ οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς ᾿Αμμών. καὶ ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς ῾Ιερουσαλήμ. 4 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ τὸν Σαφοὺ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων, καὶ ἐταπείνωσεν αὐτόν. 5 καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν ᾿Ελλανὰν υἱὸς ᾿Ιαΐρ τὸν Λαχμὶ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. 6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων. 7 καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυίδ. 8 οὗτοι ἐγένοντο Ραφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.

Κεφάλαιο 21

ΚΑΙ ἔστη διάβολος ἐν τῷ ᾿Ισραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν ᾿Ισραήλ. 2 καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· πορεύθητε, ἀριθμήσατε τὸν ᾿Ισραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. 3 καὶ εἶπεν ᾿Ιωάβ· προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ ᾿Ισραήλ. 4 τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ ᾿Ιωάβ, καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ διῆλθεν ἐν παντὶ ᾿Ισραὴλ καὶ ἦλθεν εἰς ῾Ιερουσαλήμ. 5 καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς ᾿Ισραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ ᾿Ιούδα τετρακόσιαι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν. 6 καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν ᾿Ιωάβ. 7 καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν ᾿Ισραήλ. 8 καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα. 9 καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων· 10 πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων· οὕτω λέγει Κύριος· τρία αἱρῶ ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 11 καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ· οὕτως λέγει Κύριος· ἔκλεξαι σεαυτῷ 12 ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ ᾿Ισραήλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον. 13 καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. 14 καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραήλ, καὶ ἔπεσον ἐξ ᾿Ισραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 15 καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς ῾Ιερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι· ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 16 καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ ῾Ιερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν. 17 καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε. 18 καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. 20 καὶ ἐπέστρεψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ μεθαχαβίν· καὶ ᾿Ορνὰ ἦν ἁλοῶν πυρούς. 21 καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Ορνά, καὶ ᾿Ορνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 22 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ορνά· δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾿ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. 23 καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυίδ· λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. 24 καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ ᾿Ορνά· οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. 25 καὶ ἔδωκε Δαυὶδ τῷ ᾿Ορνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. 26 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν. 27 καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς. 28 ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ. 29 καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών· 30 καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου.

Κεφάλαιο 22

ΚΑΙ εἶπε Δαυίδ· οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ ᾿Ισραήλ. 2 καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ ᾿Ισραὴλ καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ. 3 καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός· 4 καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός, ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυίδ. 5 καὶ εἶπε Δαυίδ· Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλόν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ. 6 καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ. 7 καὶ εἶπε Δαυὶδ Σαλωμών· τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ. 8 καὶ ἐγένετό μοι λόγος Κυρίου λέγων· αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον μου. 9 ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ ᾿Ισραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. 10 οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν ᾿Ισραὴλ ἕως αἰῶνος. 11 καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου, ὡς ἐλάλησε περὶ σοῦ. 12 ἀλλ᾿ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ ᾿Ισραὴλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου. 13 τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ ᾿Ισραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς. 14 καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστι σταθμός, ὅτι εἰς πλῆθός ἐστι· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες. 15 καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ, 16 ἐν χρυσίῳ καὶ ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ. 17 καὶ ἐνετείλατο Δαυὶδ τοῖς πᾶσιν ἄρχουσιν ᾿Ισραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ· 18 οὐχὶ Κύριος μεθ᾿ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν ὑμῶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ. 19 νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.

Κεφάλαιο 23

ΚΑΙ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐπὶ ᾿Ισραήλ. 2 καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας ᾿Ισραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας. 3 καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας. 4 ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι 5 καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ Κυρίῳ ἐν ὀργάνοις, οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ Κυρίῳ. 6 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευί, τῷ Γεδσών, Καὰθ καὶ Μεραρί. 7 καὶ τῷ Γεδσών· ᾿Εδὰν καὶ Σεμεΐ. 8 υἱοὶ τῷ ᾿Εδάν· ἄρχων ᾿Ιεϊὴλ καὶ Ζηθὰν καὶ ᾿Ιωήλ, τρεῖς. 9 υἱοὶ Σεμεΐ· Σαλωμίθ, ᾿Ιεϊὴλ καὶ Δάν, τρεῖς. οὗτοι ἄρχοντες πατριῶν τῶν ᾿Εδάν. 10 καὶ τοῖς υἱοῖς Σεμεΐ· ᾿Ιὲθ καὶ Ζιζὰ καὶ ᾿Ιωὰς καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ τέσσαρες. 11 καὶ ἦν ᾿Ιὲθ ὁ ἄρχων καὶ Ζιζὰ ὁ δεύτερος· καὶ ᾿Ιωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν. 12 υἱοὶ Καάθ· ᾿Αμβράμ, ᾿Ισαάρ, Χεβρών, ᾿Οζιήλ, τέσσαρες. 13 υἱοὶ ᾿Αμβράμ, ᾿Ααρὼν καὶ Μωυσῆς. καὶ διεστάλη ᾿Ααρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾶν ἐναντίον τοῦ Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. 14 καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί. 15 υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ ᾿Ελιέζερ. 16 υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων. 17 καὶ ἦσαν υἱοὶ τῷ ᾿Ελιέζερ· Ραβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ ᾿Ελιέζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ραβιὰ ηὐξήθησαν εἰς ὕψος. 18 υἱοὶ ᾿Ισαάρ· Σαλωμὼθ ὁ ἄρχων. 19 υἱοὶ Χεβρών· ῾Ιεριὰ ὁ ἄρχων, ᾿Αμαδιὰ ὁ δεύτερος, ῾Ιεζιὴλ ὁ τρίτος, ᾿Ιεκεμίας ὁ τέταρτος. 20 υἱοὶ ᾿Οζιήλ· Μιχὰ ὁ ἄρχων καὶ ᾿Ισιὰ ὁ δεύτερος. 21 υἱοὶ Μεραρί· Μοολὶ καὶ Μουσί. υἱοὶ Μοολί· ᾿Ελεάζαρ καὶ Κίς. 22 καὶ ἀπέθανεν ᾿Ελεάζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ᾿ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν. 23 υἱοὶ Μουσί· Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ, τρεῖς. 24 οὗτοι υἱοὶ Λευὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω. 25 ὅτι εἶπε Δαυίδ· κατέπαυσε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν ῾Ιερουσαλὴμ ἕως αἰῶνος. 26 καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· 27 ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· 28 ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ ᾿Ααρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ 29 καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον 30 καὶ τοῦ στῆναι πρωΐ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ οὕτω τὸ ἑσπέρας 31 καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾿ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ. 32 καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὴν φυλακὴν τοῦ ἁγίου καὶ τὰς φυλακὰς υἱῶν ᾿Ααρὼν ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.

Κεφάλαιο 24

ΚΑΙ τοῖς υἱοῖς ᾿Ααρὼν διαιρέσεις· Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 2 καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὶ ᾿Ααρών. 3 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν ᾿Ελεάζαρ καὶ ᾿Αχιμέλεχ ἐκ τῶν υἱῶν ᾿Ιθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν. 4 καὶ εὑρέθησαν οἱ υἱοὶ ᾿Ελεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς ᾿Ιθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς ᾿Ελεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς ᾿Ιθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ. 5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς ᾿Ελεάζαρ καὶ ἐν τοῖς υἱοῖς ᾿Ιθάμαρ. 6 καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ ᾿Ελεάζαρ καὶ εἷς εἷς τῷ ᾿Ιθάμαρ. 7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ ᾿Ιωαρίμ, τῷ ᾿Ιεδίᾳ ὁ δεύτερος, 8 τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, 9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος, 10 τῷ Κὼς ὁ ἕβδομος, τῷ ᾿Αβίᾳ ὁ ὄγδοος, 11 τῷ ᾿Ιησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος, 12 τῷ ᾿Ελιαβὶ ὁ ἑνδέκατος, τῷ ᾿Ιακὶμ ὁ δωδέκατος, 13 τῷ ᾿Οπφᾷ ὁ τρισκαιδέκατος, τῷ ᾿Ιεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, 14 τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ ᾿Εμμὴρ ὁ ἑκκαιδέκατος, 15 τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ ᾿Αφεσὴ ὁ ὀκτωκαιδέκατος, 16 τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ ᾿Εζεκὴλ ὁ εἰκοστός, 17 τῷ ᾿Αχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός, 18 τῷ ᾿Αδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός. 19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς ᾿Ααρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ.

20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς ᾿Αμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ ᾿Ιεδία. 21 τῷ Ρααβίᾳ ὁ ἄρχων ᾿Ιεσίας, 22 καὶ τῷ ᾿Ισααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ ᾿Ιάθ. 23 υἱοὶ ᾿Ιεδιοῦ· ᾿Αμαδία ὁ δεύτερος, ᾿Ιαζιὴλ ὁ τρίτος, ᾿Ιεκμοὰμ ὁ τέταρτος. 24 τοῖς υἱοῖς ᾿Οζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ. 25 ἀδελφὸς Μιχὰ ᾿Ισία· υἱὸς ᾿Ισία Ζαχαρία. 26 υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ ᾿Οζία υἱοὶ Βοννί. 27 υἱοὶ Μεραρὶ τῷ ᾿Οζίᾳ, υἱοὶ αὐτοῦ ᾿Ισοὰμ καὶ Σακχοὺρ καὶ ᾿Αβαΐ, 28 τῷ Μοολὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ· καὶ ἀπέθανεν ᾿Ελεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29 τῷ Κίς· υἱοὶ τοῦ Κὶς ῾Ιεραμεήλ. 30 καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ᾿Ααρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ ᾿Αχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

Κεφάλαιο 25

ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ᾿Ασὰφ καὶ Αἰμὰν καὶ ᾿Ιδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. 2 υἱοὶ ᾿Ασάφ, Σακχοὺρ ᾿Ιωσὴφ καὶ Ναθανίας καὶ ᾿Εραήλ, υἱοὶ ᾿Ασὰφ ἐχόμενοι τοῦ βασιλέως. 3 τῷ ᾿Ιδιθοὺν υἱοὶ ᾿Ιδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ ᾿Ισέας καὶ Σεμεΐ καὶ ᾿Ασαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν ᾿Ιδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ. 4 τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ ᾿Οζιὴλ καὶ Σουβαὴλ καὶ ᾿Ιεριμὼθ καὶ ᾿Ανανίας καὶ ᾿Ανὰν καὶ ῾Ελιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ ᾿Ιεσβασακὰ καὶ Μαλλιθὶ καὶ ᾿Ωθηρὶ καὶ Μεαζώθ· 5 πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς. 6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ ᾿Ασάφ, καὶ ᾿Ιδιθοὺν καὶ Αἰμάν. 7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. 8 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. 9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ᾿Ασὰφ τῷ ᾿Ιωσὴφ Γοδολίας· ὁ δεύτερος ῾Ηνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 10 ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 11 ὁ τέταρτος ᾿Ιεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 12 ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 13 ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 14 ὁ ἕβδομος ᾿Ισεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 15 ὁ ὄγδοος ᾿Ιωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 16 ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 17 ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 18 ὁ ἑνδέκατος ᾿Ασριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 19 ὁ δωδέκατος ᾿Ασαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 20 ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 21 ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 22 ὁ πεντεκαιδέκατος ᾿Ιεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 23 ὁ ἑκκαιδέκατος ᾿Ανανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 24 ὁ ἑπτακαιδέκατος ᾿Ιεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 25 ὁ ὀκτωκαιδέκατος ᾿Ανανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 26 ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 27 ὁ εἰκοστὸς ῾Ελιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 28 ὁ εἰκοστὸς πρῶτος ᾿Ωθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 30 ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 31 ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.

Κεφάλαιο 26

ΕΙΣ διαιρέσεις τῶν πυλῶν· υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν ᾿Ασάφ. 2 καὶ τῷ Μοσελλεμίᾳ υἱοί· Ζαχαρίας ὁ πρωτότοκος, ᾿Ιαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, ᾿Ιεθνουὴλ ὁ τέταρτος, 3 ᾿Ιωλὰμ ὁ πέμπτος, ᾿Ιωνάθαν ὁ ἕκτος, ᾿Ελιωναΐ ὁ ἕβδομος, ᾿Αβδεδὸμ ὁ ὄγδοος. 4 καὶ τῷ ᾿Αβδεδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, ᾿Ιωζαβὰθ ὁ δεύτερος, ᾿Ιωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος, 5 ᾿Αμιὴλ ὁ ἕκτος, ᾿Ισσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός. 6 καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. 7 υἱοὶ Σαμαΐ· ᾿Οθνὶ καὶ Ραφαὴλ καὶ ᾿Ωβὴδ καὶ ᾿Ελζαβὰθ καὶ ᾿Αχιούδ, υἱοὶ δυνατοί, ῾Ελιοῦ καὶ Σαβαχία καὶ ᾿Ισβακώμ. 8 πάντες ἀπὸ τῶν υἱῶν ᾿Αβδεδόμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ ᾿Αβδεδόμ. 9 καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί. 10 καὶ τῷ ᾿Ωσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας. 11 Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ᾿Οσᾷ τρισκαίδεκα. 12 τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου. 13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. 14 καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ καὶ Ζαχαρίᾳ· υἱοὶ ᾿Ιωὰς τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βορρᾶ· 15 τῷ ᾿Αβδεδὸμ Νότον κατέναντι οἴκου ἐσεφίν. 16 εἰς δεύτερον· τῷ ᾿Οσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. 17 πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸν ἐσεφὶν δύο· 18 εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους. 19 αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορέ, καὶ τοῖς υἱοῖς Μεραρί.

20 Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων· 21 υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ ᾿Ιεϊήλ. 22 υἱοὶ ᾿Ιεϊὴλ Ζεθὸμ καὶ ᾿Ιωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου. 23 τῷ ᾿Αμβρὰμ καὶ ᾿Ισάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ· 24 καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν. 25 καὶ τῷ ἀδελφῷ αὐτοῦ ᾿Ελιέζερ Ραβίας υἱὸς καὶ ᾿Ιωσίας καὶ ᾿Ιωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ. 26 αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως, 27 ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ, 28 καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ ᾿Αβεννὴρ τοῦ Νὴρ καὶ ᾿Ιωὰβ τοῦ Σαρουΐα· πᾶν ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

29 Τῷ ᾿Ισσααρὶ Χωνενία καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν. 30 τῷ Χεβρωνὶ ᾿Ασαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ᾿Ισραήλ, πέραν τοῦ ᾿Ιορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως. 31 τοῦ Χεβρωνί· ᾿Ιωρίας ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ᾿Ιαζὴρ τῆς Γαλααδίτιδος, 32 καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες τῶν πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.

Κεφάλαιο 27

ΚΑΙ υἱοὶ ᾿Ισραὴλ κατὰ ἀρθιμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ βασιλεῖ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευμένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες. 2 καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου, ᾿Ισβοὰζ ὁ τοῦ Ζαβδιήλ, ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 3 ἀπὸ τῶν υἱῶν Φαρὲς ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. 4 καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδία ὁ ἐκ Χώκ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ καὶ Μακελλὼθ ὁ ἡγούμενος, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως. 5 ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ ᾿Ιωδαὲ ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες· 6 αὐτὸς Βαναίας ὁ δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Ζαβὰδ ὁ υἱὸς αὐτοῦ. 7 ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον ᾿Ασαὴλ ὁ ἀδελφὸς ᾿Ιωὰβ καὶ Ζαβαδίας υἱὸς αὐτοῦ, καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 8 ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαὼθ ὁ ᾿Ιεσραέ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 9 ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ ᾿Οδουΐας ὁ τοῦ ᾿Εκκῆς ὁ Θεκωΐτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 10 ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλὴς ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν ᾿Εφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 11 ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαΐ ὁ Οὐσαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 12 ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ ᾿Αβιέζερ ὁ ἐξ ᾿Αναθὼθ ὁ ἐκ γῆς Βενιαμίν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 13 ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετωφαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 14 ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν ἐκ τῶν υἱῶν ᾿Εφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 15 ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδία ὁ ἐκ Νετωφαθὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.

16 Καὶ ἐπὶ τῶν φυλῶν ᾿Ισραήλ· τῷ Ρουβὴν ἡγούμενος ᾿Ελιέζερ ὁ τοῦ Ζεχρί, τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μααχά, 17 τῷ Λευὶ ᾿Ασαβίας ὁ τοῦ Καμουήλ, τῷ ᾿Ααρὼν Σαδώκ, 18 τῷ ᾿Ιούδᾳ ᾿Ελιὰβ τῶν ἀδελφῶν Δαυίδ, τῷ ᾿Ισσάχαρ ᾿Αμβρὶ ὁ τοῦ Μιχαήλ, 19 τῷ Ζαβουλὼν Σαμαΐας ὁ τοῦ ᾿Αβδίου, τῷ Νεφθαλὶ ᾿Ιεριμὼθ ὁ τοῦ ᾿Οζιήλ, 20 τῷ ᾿Εφραὶμ ᾿Ωσὴ ὁ τοῦ ᾿Οζίου, τῷ ἡμίσει φυλῆς Μανασσῆ ᾿Ιωὴλ υἱὸς Φαδαΐα, 21 τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ ᾿Ιαδαΐ ὁ τοῦ Ζαδαίου, τοῖς υἱοῖς Βενιαμὶν ᾿Ιασιὴλ ὁ τοῦ ᾿Αβεννήρ, 22 τῷ Δὰν ᾿Αζαριὴλ ὁ τοῦ ᾿Ιρωάβ. οὗτοι πατριάρχαι τῶν φυλῶν ᾿Ισραήλ. 23 καὶ οὐκ ἔλαβε Δαυὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι εἶπε Κύριος πληθῦναι τὸν ᾿Ισραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. 24 καὶ ᾿Ιωὰβ ὁ τοῦ Σαρουΐα ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσε, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ ᾿Ισραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυίδ.

25 Καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως ᾿Ασμὼθ ὁ τοῦ ᾿Οδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις ᾿Ιωνάθαν ὁ τοῦ ᾿Οζίου. 26 καὶ ἐπὶ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων ᾿Εσδρὶ ὁ τοῦ Χελούβ, 27 καὶ ἐπὶ τῶν χωρίων Σεμεΐ ὁ ἐκ Ραήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαβδὶ ὁ τοῦ Σεφνί, 28 καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλλανὰν ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου ᾿Ιωάς, 29 καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Σαρὼν Σατραΐ ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσι Σωφὰτ ὁ τοῦ ᾿Αδλί, 30 ἐπὶ δὲ τῶν καμήλων ᾿Αβίας ὁ ᾿Ισμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων ᾿Ιαδίας ὁ ἐκ Μεραθών, 31 καὶ ἐπὶ τῶν προβάτων ᾿Ιαζὶζ ὁ ᾿Αγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυὶδ τοῦ βασιλέως. 32 καὶ ᾿Ιωνάθαν ὁ πατράδελφος Δαυὶδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ ᾿Ιεὴλ ὁ τοῦ ᾿Αχαμὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως, 33 καὶ ᾿Αχιτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως, 34 καὶ μετὰ τοῦτον ᾿Αχιτόφελ ἐχόμενος ᾿Ιωδαὲ ὁ τοῦ Βαναίου καὶ ᾿Αβιάθαρ· καὶ ᾿Ιωὰβ ἀρχιστράτητος τοῦ βασιλέως.

Κεφάλαιο 28

ΚΑΙ ἐξεκκλησίασε Δαυὶδ πάντας τοὺς ἄρχοντας ᾿Ισραήλ, ἄρχοντας τῶν κριτῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ πάσης τῆς κτήσεως τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ σὺν τοῖς εὐνούχοις καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν ῾Ιερουσαλήμ. 2 καὶ ἔστη Δαυὶδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν· ἀκούσατέ μου, ἀδελφοί μου καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου καὶ στάσιν ποδῶν Κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια· 3 καὶ ὁ Θεὸς εἶπεν· οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ᾿ αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἷμα ἐξέχεας. 4 καὶ ἐξελέξατο Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ ᾿Ισραὴλ εἰς τὸν αἰῶνα· καὶ ἐν ᾿Ιούδᾳ ᾑρέτικε τὸ βασίλειον καὶ ἐξ οἴκου ᾿Ιούδα τὸν οἶκον τοῦ πατρός μου, καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησε τοῦ γενέσθαι με εἰς βασιλέα ἐπὶ παντὶ ᾿Ισραήλ. 5 καὶ ἀπὸ πάντων τῶν υἱῶν μου (ὅτι πολλοὺς υἱοὺς ἔδωκέ μοι Κύριος) ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν ᾿Ισραήλ· 6 καὶ εἶπέ μοι ὁ Θεός· Σαλωμὼν ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα 7 καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη. 8 καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου καὶ ἐν ὠσὶ Θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ᾿ ὑμᾶς ἕως αἰῶνος. 9 καὶ νῦν, Σαλωμὼν υἱέ μου, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος. 10 ἰδὲ νῦν ὅτι Κύριος ᾑρέτικέ σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει. 11 καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχῶν αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ. 12 καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων καὶ τῶν καταλυμάτων 13 καὶ τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου Κυρίου, 14 καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν, 15 λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων. 16 ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν, 17 καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ ἀργυρῶν, καὶ θυΐσκων κεφφουρὲ ἑκάστου σταθμοῦ. 18 καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου. 19 πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος. 20 καὶ εἶπε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ· ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ, οὐ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου. καὶ ἰδοὺ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ ζακχὼ αὐτοῦ καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ καὶ τὸ παράδειγμα οἴκου Κυρίου. 21 καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου Κυρίου καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου.

Κεφάλαιο 29

ΚΑΙ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ· Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλ᾿ ἢ Κυρίῳ Θεῷ. 2 κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοόμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ Πάριον πολύν. 3 καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων, 4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ, 5 εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ; 6 καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν ᾿Ισραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως 7 καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν. 8 καὶ οἷς εὑρέθη παρ᾿ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς ᾿Ιεϊὴλ τοῦ Γεδσωνί. 9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ, καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως. 10 καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. 11 σοί, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος. 12 παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα. 13 καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου. 14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι. 15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή. 16 Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστι, καὶ σοὶ τὰ πάντα. 17 καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι. 18 Κύριε ὁ Θεὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρός σε. 19 καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου. 20 καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ· εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ. 21 καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ ᾿Ισραήλ. 22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην. 23 καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς ᾿Ισραήλ· 24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ. 25 καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς ᾿Ισραὴλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ. 26 καὶ Δαυὶδ υἱὸς ᾿Ιεσσαὶ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ 27 ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ καὶ ἐν ῾Ιερουσαλὴμ ἔτη τριακοντατρία. 28 καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 29 οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυίδ, οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος 30 περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ᾿ αὐτῷ, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.


Εκτύπωση   Email